Ὁ ἡγεμὼν λοιπόν, ὡς ἤκουσε τὸ τοῦ Εὐδοξίου ὄνομα καὶ ἐγνώρισεν ὅτι ἐκείνου ὑπῆρχε μαθητής, ἀπηλπίσθη πανταχόθεν καὶ ἐσκέφθη ὅτι ματαίως περὶ τοῦ Μακαρίου φροντίζει· διότι ὡς ὁ διδάσκαλος, εἶπεν, οὕτω θέλει εἶναι καὶ ὁ μαθητὴς αὐτοῦ ὅθεν προσέθεσε· «Καὶ ὁ κακοδαίμων οὗτος Μακάριος ξίφει τὴν κεφαλὴν ἀφαιρεθήτω». Παρευθὺς λοιπὸν οἱ δήμιοι τὸ προστασσόμενον ἐποίησαν καὶ οὕτως ὁ Μακάριος, ὡς ἀληθῶς μακάριος ἐγένετο καὶ εἰς τὸν χορὸν τῶν πρὸ αὐτοῦ Μαρτύρων κατετάγη.
Τοιοῦτον τρόπαιον κατὰ τοῦ κοινοῦ τῆς φύσεως ἡμῶν, πολεμίου ἔστησαν οἱ γενναῖοι τοῦ Χριστοῦ ἀθλοφόροι, ὁ Ρωμύλος, λέγω, Εὐδόξιος, Ζήνων καὶ Μακάριος, καὶ ἔλαβον τὸν τῆς νίκης στέφανον ἐν οὐρανοῖς παρὰ τοῦ στεφοδότου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.