Ἐκλογὴ ἐκ τοῦ εἰς τὸν ἐν Ἁγίοις Πατέρα ἡμῶν καὶ Ἰσαπόστολον πρῶτον Ἱεράρχην Ἀθηνῶν μέγαν ΙΕΡΟΘΕΟΝ ἐγκωμίου τοῦ σοφωτάτου Εὐθυμίου Ζυγαδινοῦ συντεθεῖσα ὑπὸ Ἀγάθωνος Μοναχοῦ.

ὅτι δηλαδὴ μετὰ τοσούτων καὶ τοιούτων λαμπρῶν κατορθωμάτων καὶ προτερημάτων ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Ἱερόθεος ἐν βαθυτάτῳ γήρατι τελευτήσας, ἠξιώθη τῆς τῶν Πατριαρχῶν, Προφητῶν, Μαρτύρων, Ἱεραρχῶν καὶ πάντων τῶν ἀπ’ αἰῶνος Ἁγίων συναυλίας καὶ συνοικήσεως, ὑπὲρ ἡμῶν ἐκτενῶς καθικετεύων τὸν Ὕψιστον, ἵνα ἀταράχως τὸ τῆς παρούσης ζωῆς πέλαγος διαπλεύσαντες, εἰς τοὺς γαληνοὺς καὶ ἀκυμάντους λιμένας τῆς τῶν Οὐρανῶν Βασιλείας καταντήσωμεν.

Δέξαι λοιπὸν εὐμενῶς, Πάτερ θειότατε, τὰ παρ’ ἡμῶν εὐλαβῶς προσφερόμενα, τὰ παρὰ σοῦ ἀντιδίδων ἡμῖν, ὅσα διὰ τῶν πρεσβειῶν σου νὰ ἀντιδώσῃς δύνασαι· ἤδη μὲν εὐεξίαν σώματος καὶ ψυχῆς, ἁμαρτιῶν ἄφεσιν, πειρασμῶν ἀπαλλαγήν, καὶ τέλος βίου εἰς Θεὸν εὐάρεστον· πρὸς δὲ τὸ μέλλον τὴν ἐκ δεξιῶν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μετὰ τῶν Ἁγίων παράστασιν. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

   

ΕΠΙΣΤΡΟΦΗ