Τοιαύτην δόξαν ἀπηλαύσαμεν οἱ Ὀρθόδοξοι ἀπὸ τὴν Μεταμόρφωσιν τοῦ Χριστοῦ, διότι μᾶς αὐγάζει τὸν νοῦν μὲ το ἀπρόσιτον φῶς ὁ μεταμορφούμενος Ἰησοῦς, ἵνα πιστεύωμεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἀρχὴν καὶ αἰτίαν πάντων τῶν ὄντων, ἀναίτιον, ἀγέννητον, Πατέρα ἄναρχον καὶ προαιώνιον τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ τοῦ μεταμορφουμένου, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ Ἁγίου Πνεύματος. Τοιαύτην δόξαν ἀπηλαύσαμεν οἱ Ὀρθόδοξοι ἀπὸ τὴν Μεταμόρφωσιν τοῦ Χριστοῦ, διότι μᾶς λαμπαδουχεῖ μὲ τὸ ἄπλετον φῶς ὁ αὐγαζόμενος θεῖος Λόγος, ἵνα πιστεύωμεν καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο· τὸν Υἱὸν τοῦ Θεοῦ πρὸ τῶν αἰώνων, καὶ Υἱὸν τῆς Παρθένου ἐπ’ ἐσχάτων τῶν χρόνων, τῶν ἀπαθῶς καὶ ἀρρεύστως δι’ ἡμᾶς σαρκωθέντα, εὐδοκίᾳ τοῦ Πατρός, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος τὸ συναΐδιον ἀπαύγασμα τῆς θείας δόξας, τὸν χαρακτῆρα τοῦ οὐρανίου Πατρός, τὴν ζῶσαν σοφίαν καὶ δύναμιν, τὸν ἐνυπόστατον Λόγον τὸν φέροντα μίαν τὴν ὑπόστασιν καὶ δύο τὰς φύσεις καὶ ἐνεργείας, τὸν ἀπαθῆ μὲν τῇ θεότητι, παθητὸν δὲ τῇ ἀνθρωπότητι.
Τοιαύτην δόξαν ἀπηλαύσαμεν οἱ Ὀρθόδοξοι ἀπὸ τὴν Μεταμόρφωσιν τοῦ Χριστοῦ, διότι μᾶς ζωγραφίζει εἰς τὰς ψυχὰς καὶ καρδίας μὲ τὸ σημερινὸν φῶς, ὅπερ ἀπαστράπτει ἐν τῷ Θαβωρίῳ ὁ γλυκὺς Ἰησοῦς, ἵνα πιστεύωμεν καὶ εἰς ἓν Ἅγιον Πνεῦμα, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν, τῷ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοούσιόν τε καὶ συναΐδιον· τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὴν πηγὴν τῆς σοφίας καὶ τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ· Θεὸν σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργόν, παντοκρατορικόν, παντουργόν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως, οὐ δεσποζόμενον· θεοῦν, οὐ θεούμενον· μετέχον, οὐ μετεχόμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· παράκλητον, ὡς τὰς παρακλήσεις τῶν ὅλων δεχόμενον· ἐνυπόστατον, κατὰ πάντα ὅμοιον Θεὸν τῷ Πατρὶ καὶ τῷ Υἱῷ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἀλλ’ οὐ τῇ ὑποστάσει.