Οὗτοι λοιπόν, οἱ πρὸς τὸν Κριτὴν ἀποκρινόμενοι, παράνομοι μὲν εἶναι καὶ ἁμαρτωλοί, οὐχὶ δὲ ἄπιστοι, ἀλλὰ πιστοί. Τίς δὲ εἶναι ἐκεῖνος ὁ πιστός, ὅστις οὐδέποτε ἤκουσε τὰ λόγια τοῦ σημερινοῦ Εὐαγγελίου; Τίς τῶν πιστῶν ἀγνοεῖ ὅτι ὁ πτωχὸς παριστᾷ τὸ πρόσωπον τοῦ Ἰησοῦ Χριστοῦ, καὶ ὅτι, ὅστις ἐλεεῖ τὸν πτωχόν, ἐλεεῖ αὐτὸν τὸν Ἰησοῦν Χριστόν; Οὐδείς. Ἡ ἀπόκρισις λοιπὸν τῶν ἁμαρτωλῶν εἶναι πρόφασις ψευδὴς καὶ δολία. Εἰς ἐκεῖνο δὲ τὸ φοβερώτατον καὶ ἀλάνθαστον κριτήριον οὐδεμίαν ἰσχὺν ἔχει τὸ ψεῦδος καὶ ὁ δόλος· ὅθεν μένει μὲν ἄπρακτος ἡ τῶν ἁμαρτωλῶν πρόφασις, τελεῖται δὲ τοῦ Θεοῦ ἡ δικαία ἁπόφασις.
«Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον».
Τὸ «ἀπελεύσονται οὗτοι», ἤτοι οἱ ἁμαρτωλοί, «εἰς κόλασιν αἰώνιον» ἐμφράττει τὸ στόμα ἐκείνων, οἵτινες παραλόγως λέγουσιν ὅτι ἔχει τέλος ἡ κόλασις· διότι τὸ «αἰώνιον» οὐδὲν ἕτερον σημαίνει, εἰμὴ τὸ ἀτελεύτητον. Ἐὰν ἡ εὐσπλαγχνία τοῦ Θεοῦ διὰ τὸν πρόσκαιρον κόπον τῆς ἀρετῆς εἰσάγῃ εἰς Βασιλείαν αἰώνιον τοὺς Δικαίους, ἡ δικαιοσύνη αὐτοῦ διὰ τὴν πρόσκαιρον ἡδονὴν τῆς ἁμαρτίας κολάζει αἰωνίως τοὺς ἁμαρτωλούς. Αἰώνιον τὸ βραβεῖον τῆς ἀρετῆς διὰ τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ, αἰώνιος καὶ ἡ τιμωρία τῆς ἁμαρτίας διὰ τὴν δικαιοσύνην αὐτοῦ. Ἐὰν ὁ Θεὸς ἐδόξαζεν αἰωνίως καὶ ἐκόλαζε προσκαίρως, ἐνήργει μόνον ἡ εὐπλαγχνία αὐτοῦ, ἔμενε δὲ ἀργὴ ἡ δικαιοσύνη· τοῦτο δὲ εἶναι ἀδύνατον, ἐπειδή, ὅσον ὁ Θεὸς εἶναι εὔσπλαγχνος, τοσοῦτον εἶναι καὶ δίκαιος. Ἄπειρος ἡ εὐσπλαγχνία, ἄπειρος καὶ ἡ δικαιοσύνη. Ὅταν δὲ καὶ ἡ Βασιλεία καὶ ἡ κόλασις ὑπάρχουσιν αἰώνια, τότε ἐπίσης ἐνεργεῖ καὶ τῆς εὐσπλαγχνίας τὸ ἔλεος καὶ τῆς δικαιοσύνης ἡ ἰσότης, τότε συνέρχεται ἡ εὐσπλαγχνία καὶ τὸ ἔλεος μετὰ τῆς κρίσεως καὶ δικαιοσύνης κατὰ τὸν ἱεροψάλτην, ὅστις ἔψαλλεν· «ἔλεος καὶ κρίσιν ἄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ» (Ψαλμ. ρ’ 1-2).