Λόγος Β’. Πανηγυρικὸς εἰς τὴν ΕΙΣΟΔΟΝ τῆς ΠΑΡΘΕΝΟΥ, Μακαρίου τοῦ Σκορδίλη, ἐλαφρῶς διεσκευασμένος κατὰ τὴν φράσιν.

«Ἰδοὺ τὰς τρεῖς ὑποστάσεις Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, μία μόνην ὑπερούσιον Οὐσίαν, μίαν ὑπέρθεον Θεότητα, μίαν ὑπερδύναμον δύναμιν, μίαν οἰκείαν θέλησιν, μίαν ἰδίαν ἐνέργειαν, μίαν ὑπεράρχιον ἀρχήν, μίαν αὐτεξούσιον ἐξουσίαν, μίαν ὑπερτελεστάτην Βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι πιστευομένην καὶ προσκυνουμένην ἐν μιᾷ προσκυνήσει. Ἐν Πατρί, μόνη ἡ ἀρχή, ἡ αἰτία, ἡ γέννησις καὶ ἡ ἀγεννησία. Ἐν Λόγῳ αἰτιατῷ γεννητῷ ἡ προκαταρκτικὴ δύναμις, ἡ θέλησις, ἡ σοφία, ἡ εἰκών, τὸ ἀπαύγασμα καὶ ὁ χαρακτήρ. Ἐν Πνεύματι, αἰτιατῷ ἐκπορευτῷ ἡ τελεσιουργικὴ δύναμις, ἡ τῆς σοφίας καὶ τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ ἀκένωτος πηγή, ἡ ἐκπόρευσις καὶ ἐν Υἱῷ διαμονή. Ἄναρχος ὁ Πατὴρ καὶ ἀναίτιος, διότι δὲν προέρχεται ἐξ ἄλλου τινός. Ἄναρχος καὶ ὁ Υἱός, ἀλλὰ ὄχι μόνον ἄναρχος, ἀλλὰ κάλλιστα καὶ χρονικός· ἄναρχος μέν, ὅτι καὶ σύνθρονος καὶ ὁμοούσιος μετὰ τοῦ Πατρός, οὐχὶ ἄναρχος δέ, διότι ἐκ τοῦ Πατρὸς γεννητός, χρονικὸς δέ, ὅτι ἐπ’ ἐσχάτων τῶν χρόνων γενήσεται ἄνθρωπος. Συνάναρχον καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τῷ τε Πατρὶ καὶ τῷ Υἱῷ, ἀλλ’ οὐ μόνον ἄναρχον, διότι καὶ ἐκ τοῦ Πατρὸς μόνου ἐκπορευτόν».

Εἰς τοιαύτην λάμψιν τοῦ Παρακλήτου αὐγάζουσα ἡ Παρθένος τὸν νοῦν ἐπιφοιτᾷ καὶ ἑτέρα ἐξαστράπτουσα Χάρις εἰς αὐτὴν καὶ ψάλλει τοιούτοις ρήμασιν· «Ἰδοὺ τέσσαρας σχέσεις καὶ ἀναφορὰς τῶν τριῶν ὑποστάσεων. Μίαν Πατρότητα, σχέσιν τοῦ Πατρὸς πρὸς τὸν Υἱόν. Μίαν Υἱότητα, σχέσιν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Μίαν πνεῦσιν ἐνεργητικήν, τοῦ Προβολέως πρὸς τὸ Πνεῦμα. Καὶ μίαν παθητικήν, τοῦ Πνεύματος πρὸς τὸν Προβολέα». Ἀλλὰ καὶ οὕτως κατοπτριζομένη ἡ Κόρη ἀπὸ τὴν λάμψιν τοῦ Παναγίου Πνεύματος, ἰδοὺ ἄλλη τις ἀγλαΐα φωταγωγοῦσα ἐπ’ αὐτὴν καὶ λέγουσα διὰ τὰς πέντε διαγνώσεις· «Ἰδοὺ αἱ τέσσαρες λαμπρόταται ἀκτῖνες τῶν σχέσεων (εἰς τέσσαρας διαγνώσεις) καὶ ἡ ἀγεννησία τοῦ Πατρὸς (πέμπτη διάγνωσις), ὥστε τὸν Πατέρα διαμεμενηκότα τῷ Υἱῷ καὶ τῷ Πνεύματι, τὸν Υἱὸν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ τὸ Ἅγιον Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ».

Εἰς τοιαύτας λάμψεις τοῦ Παναγίου Πνεύματος ἐξαστράπτουσα σήμερον ἡ ψυχὴ τῆς Παρθένου ἐν τῷ Ναῷ τοῦ Θεοῦ καὶ καταλαμβάνουσα νοητῶς τὸ μυστήριον τῆς Ἁγίας Τριάδος, ἐκβοᾷ γηθοσύνως τὸν Ἀγγελικὸν ὕμνον αὐτῇ τῇ μακαρίᾳ καὶ ἀδιαιρέτῳ Τριάδι· «Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ· μεγαλύνει ἡ δόξα μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου». Ὤ τῆς χρυσαυγεστάτης λαμπηδόνος τοῦ Παρακλήτου ἐπὶ τὴν οὐράνιον ταύτην Βασίλισσαν! Ὤ τῆς ὑπερβαλλούσης ἐκλάμψεως τῆς Τριάδος, ἥτις φωταγωγεῖται οὐρανόθεν ἐπὶ τὴν ψυχὴν τῆς Παρθένου!