Τῇ αὐτῇ ἡμέρᾳ μνήμη καὶ ἄθλησις τοῦ Ἁγίου Ὁσιομάρτυρος ΠΡΟΚΟΠΙΟΥ, τοῦ ἀπὸ Βάρνης καταγομένου, καὶ ἀθλήσαντος ἐν Σμύρνῃ ἐν ἔτει ͵αωι’ (1810) ἀπὸ Χριστοῦ.

Ἐτελειώθη δὲ ὁ Ὁσιομάρτυς οὗτος Προκόπιος, λαβὼν τὸν διὰ ξίφους θάνατον κατὰ τὸ σωτήριον ἔτος ͵αωι’ (1810) τῇ 25ῃ τοῦ Ἰουνίου, ἡμέρᾳ Σαββάτῳ σαββατίσας καὶ καταπαύσας τὴν πρόσκαιρον ταύτην ζωήν, χάριν τῆς αἰωνίου καὶ ὑπερευφροσύνου, λαβὼν τὸν τοῦ Μαρτυρίου στέφανον καὶ ἐναλλαξάμενος διὰ τῶν φθαρτῶν τὰ ἀκήρατα. Αὐτοῦ ἁγίαις πρεσβείαις ἀξιωθείημεν καὶ ἡμεῖς τῶν αἰωνίων ἀγαθῶν. Ἀμήν.

                                                                                                       

ΕΠΙΣΤΡΟΦΗ