Λόγος Τρίτος. Ἐκ τῆς Ἀποστολικῆς Σαγήνης.

Περὶ τοῦ Η. Κατόπιν δὲ τοῦ ΑΝ καὶ τοῦ ἑτέρου Ν (ὅπου λέγουν Ἀνάστασιν νεκρῶν) τί ἕπεται; τὸ Η· τοῦτο τὸ Η πόσα σημαίνει κατὰ τὸν ἀριθμόν; ὀκτώ· ἰδοὺ λοιπὸν ὄγδοος ἀριθμός· τί εἰκονίζει οὗτος ὁ ὄγδοος ἀριθμός; τὸν ὄγδοον αἰῶνα τῆς μακαρίας καὶ τρισολβίου ζωῆς· «προδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος»· ταῦτα μὲν καὶ περὶ τοῦ Η.

Περὶ τοῦ Σ. Κατόπιν δὲ ἀπὸ τὸ Η (ὅπου εἰκονίζει τὸν ὄγδοον αἰῶνα τῆς μακαρίας ζωῆς) τί ἀκολουθεῖ; τὸ Σ. «Ἰωάννης γὰρ ἔσται τὸ ὄνομα αὐτοῦ»· τοῦτο τὸ Σ πόσα δηλοῖ κατὰ τὸν ἀριθμόν; διακόσια ταῦτα τὰ διακόσια πόθεν ἀμέσως σύγκεινται; ἀπὸ δύο ἑκατοντάδας δὶς γὰρ ἑκατὸν διακόσια· ὁ ἑκατοστὸς ἀριθμὸς παρὰ τῇ θείᾳ Γραφῇ πῶς ὀνομάζεται; τέλειος· ἀλλ’ ἐπειδὴ ὁ ἑκατοστὸς ἀριθμὸς τέλειος, ἄρα ὁ δὶς ἑκατοστὸς ὑπερτέλειος· ἴδοὺ λοιπὸν ὁ ὑπερτέλειος οὗτος ἀριθμός, ὅπου εἰκονίζει τὸ ὑπερτέλειον, τὸ ἀπέραντον καὶ ἀτελεύτητον τῆς αἰωνίου καὶ μακαρίας ζωῆς ταῦτα μὲν καὶ περὶ τοῦ Σ.

Ἀλλ’ ὦ διαυγέστατον Ι, καὶ τοῦ ἐκ τοῦ δύο ΟΟ συντεθειμένου Ω, πανέκλαμπρε Πρόδρομε· εὐκταιότατε καὶ πανευφρόσυνε τοῦ ΑΝ, τοῦ ἐν τῷ Ἅδη κειμένου Ν, προσκυνητὰ κληρονόμε τοῦ ΗΣ, ἁγιώτατε ἑπτὰ ἀριθμέ, ἑπτάφωτε λύχνε τῆς Τρισηλίου Θεότητος, κρυφιώτατε μύστα καὶ κατ’ αὐτὸ μόνον τὸ ἑπτάστοιχον Ι.Ω.Α.Ν.Ν.Η.Σ, ὄνομα τῶν ἀπορρήτων τοῦ Θεοῦ Μυστηρίων, χάρισόν μοι παρακαλῶ σε τοῦ Ν τῆς ἀθλίας ψυχῆς μου τὸ ΑΝ, τῇ ἀπαύστῳ πρὸς τὸ Ω, καὶ ἀκοιμήτῳ πρεσβείᾳ σου, καὶ ἀξίωσον τοῦ ΗΣ πάντας ἡμᾶς τοὺς εὐλαβῶς τὴν σὴν πανένδοξον ἑορτάζοντας γέννησιν.

                                                                                                       

ΕΠΙΣΤΡΟΦΗ