Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἱερομάρτυς ΚΥΠΡΙΑΝΟΣ ὁ νέος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ ἔτος ͵αχοθ’ (1679), ξίφει τελειοῦται.

Ὡς δὲ ἔφθασεν ἔξω τῆς θύρας τῆς Πατριαρχικῆς Ἐκκλησίας, κλίνας ὁ Ἅγιος Μάρτυς τὰ γόνατα καὶ τὸ σημεῖον τοῦ τιμίου Σταυροῦ ποιήσας εἰς τὸ πρόσωπον αὐτοῦ, ηὐχαρίστησε τὸν Θεὸν τὸν καταξιώσαντα αὐτὸν νὰ συναριθμηθῇ μετὰ τῶν Μαρτύρων Αὐτοῦ. Ἐκεῖ δὲ πάλιν ὁ ἔπαρχος ἐπέμενε λέγων· «Πίστευσον εἰς τὴν πίστιν μας, καὶ μὴ γίνεσαι αἴτιος τοῦ θανάτου σου». Ὁ δὲ Ἅγιος Ἱερομάρτυς Κυπριανός, ὑβρίσας αὐτοὺς καὶ τὴν μακαρίαν αὐτοῦ κεφαλὴν κλίνας, ἀπετμήθη ὑπὸ τοῦ δημίου, οὕτω δὲ ἔλαβε χαίρων καὶ ἀγαλλόμενος τὸν στέφανον τοῦ μαρτυρίου. Οὗ ταῖς πρεσβείαις ἀξιωθείημεν καὶ ἡμεῖς σὺν αὐτῷ τῆς βασιλείας τῶν οὐρανῶν. Ἀμήν.

                                                                                                             

ΕΠΙΣΤΡΟΦΗ