Ἀλλ’ ἡ μακαρία αὐτοῦ ψυχὴ συνηριθμήθη μετὰ τῶν Ὁσίων καὶ θεολόγων καὶ διδασκάλων καὶ πάντων τῶν Ἁγίων, ὡς Ὁσίου καὶ θεολόγου καὶ διδασκάλου καὶ Ἁγίου. Ἤδη δὲ ἀπολαύων τῆς αἰωνίου χαρᾶς, ἐν τῷ φωτὶ τῆς δόξης τοῦ Κυρίου, ἐν τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων, βλέπει ἀνακεκαλυμμένως, πρόσωπον πρὸς πρόσωπον, ὅπερ πρότερον ἐν ἐσόπτρῳ καὶ αἰνίγμασι καὶ σκιαῖς ἑώρα, καὶ θεοῦται κατὰ θείαν μέθεξιν, καὶ πρεσβεύει πάντοτε ὑπὲρ τοῦ Ἁγιωνύμου Ὄρους καὶ παντὸς τοῦ Ὀρθοδόξου Χριστιανικοῦ πληρώματος, ὡς συμπαθέστατος πάντων πατὴρ καὶ διδάσκαλος.
Ἀλλ᾽, ὦ Πάτερ μου, Πάτερ θεόπνευστε καὶ οἰκουμενικὲ τῆς ἀληθείας διδάσκαλε, ἐξαίρετον τοῦ Ἁγιωνύμου Ὄρους καύχημα, φαεινότατε ἑωσφόρε τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, Πανόσιε καὶ Πανάγιε Νικόδημε· δίδου ἡμῖν φωτισμὸν ταῖς πρεσβείαις σου πρὸς ἐκπλήρωσιν τοῦ θείου θελήματος, κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς τὰς τρίβους τῆς ἐναρέτου ζωῆς, ἐπισκίασον ἡμᾶς τῇ χάριτί σου, καὶ συνέτισον ἡμῶν τὸν νοῦν τοῦ συνιέναι τὰς θεοσόφους διδαχάς σου, ἵνα ἐν αὐταῖς εὕρωμεν μετάνοιαν, ἴασιν, χαράν, εἰρήνην, χρηστότητα, ἀγαθωσύνην, πρᾳότητα, ἀγάπην, καὶ εἴ τι ἀγαθὸν καὶ καλὸν καὶ σωτήριον, καὶ ἐν τέλει ζωὴν αἰώνιον, οἱ εἰλικρινῶς ἀγαπῶντές σε καὶ καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἐπικαλούμενοι τὴν πατρικήν σου χάριν καὶ βοήθειαν. Καὶ πρέσβευε πάντοτε πρὸς Κύριον ὑπὲρ πάντων ἡμῶν. Ἀμήν.