Ὁσίως λοιπὸν καὶ θεαρέστως πολιτευόμενος ὁ Ἅγιος καὶ ζήσας ἔτη ἄνω τῶν ἑβδομήκοντα, εἶτα μικρὸν νοσήσας ἀπῆλθε πρὸς Κύριον χαίρων καὶ ἀγαλλόμενος, κατὰ τὸ ͵αφια’ (1511) ἔτος, κατὰ τὴν κβ’ (22αν) τοῦ μηνὸς Ἰανουαρίου. Συναθροισθέντες δὲ οἱ Ἱερεῖς τῆς πόλεως καὶ ἄρχοντες καὶ μεγαλοπρεπῶς αὐτὸν κηδεύσαντες τὸν ἐνεταφίασαν εἰς τὸν προρρηθέντα Ναόν. Χρόνου δὲ παρελθόντος ἱκανοῦ, διὰ θείας ὀπτασίας ἀνεκομίσθη τὸ πάντιμον αὐτοῦ λείψανον σῷον καὶ ἀκέραιον, εὐωδίαν πνευματικὴν ἀναπέμπον καὶ μετετέθη εἰς ξυλίνην λάρνακα ἐντὸς τοῦ Ναοῦ τοῦ Θεολόγου, ἔνθα πάντες οἱ ἀσθενεῖς, οἱ προστρέχοντες εἰς αὐτὸ μετὰ πίστεως, ἐλάμβανον τὴν ἰατρείαν. Οὕτω γνωρίζει ὁ Κύριος νὰ δοξάζῃ τοὺς Αὐτὸν πιστῶς δοξάζοντας. Κατὰ δὲ τὸ ͵αχξθ’ (1669) ἔτος, ἐπειδὴ ἦλθεν ἐκεῖ τὸ ἀσεβέστατον γένος τῶν Ἀγαρηνῶν, ἔλαβον αὐτὸ τὸ σεβάσμιον λείψανον οἱ συγγενεῖς του καὶ τὸ ἔφερον εἰς τὴν Ζάκυνθον τῇ κθ’ (29ῃ) μηνὸς Αὐγούστου [2], καὶ ἐκεῖ δὲ δοξάζει αὐτὸ μὲ θαύματα καὶ σημεῖα ὁ Κύριος, ὁ δοξάζων τοὺς δούλους του, φυλάττων αὐτὸ ἕως τοῦ νῦν σῷον καὶ ἀκέραιον.