Ἑρμηνεία εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς ΙϚ’ ΚΥΡΙΑΚΗΣ τοῦ ΤΕΛΩΝΟΥ καὶ ΦΑΡΙΣΑΙΟΥ (Λουκ. ιη’ 10-14), ἐκ τοῦ «Κυριακοδρομίου» τοῦ Νικηφόρου Θεοτόκη, ἐλαφρῶς διεσκευασμένη κατὰ τὴν φράσιν.

«Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὑτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται».

Τὸ «ἢ ἐκεῖνος» κατὰ μὲν τὸν λόγον τῆς συντάξεως, σημαίνει τὸ μᾶλλον ἢ ἐκεῖνος, ἤτοι περισσότερον ἐκείνου, ὅπερ δηλοῖ ὅτι καὶ οἱ δύο ἐδικαιώθησαν, ὁ Τελώνης ὅμως ἐδικαιώθη περισσότερον τοῦ Φαρισαίου· κατὰ δὲ τὴν ἔννοιαν τοῦ λόγου τὸ «ἢ ἐκεῖνος» σημαίνει καὶ οὐχὶ ἐκεῖνος, ἤτοι κατέβη ἀπὸ τοῦ ἱεροῦ εἰς τὸν οἶκον αὑτοῦ ὁ Τελώνης, ὁ ἁμαρτωλὸς καὶ ταπεινός, δεδικαιωμένος, οὐχὶ δὲ ὁ Φαρισαῖος, ὁ δίκαιος καὶ ὑπερήφανος. Ὁ Τελώνης, ἁμαρτωλὸς ὤν, διὰ τῆς ταπεινοφροσύνης ἐδικαιώθη, ὁ δὲ Φαρισαῖος, ἐνάρετος ὤν, διὰ τῆς ὑπερηφανείας κατεκρίθη. Ὅτι δὲ τοιαύτην ἔννοιαν ἔχει τὸ «ἢ εκεῖνος» πείθουσιν ἡμᾶς πρῶτον μὲν τὰ ἀκόλουθα τοῦ λόγου, «ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται»· κατὰ τίνα δὲ ἄλλον τρόπον «ταπεινωθήσεται», εἰμὴ ὑπὸ Θεοῦ κατακριθείς τε καὶ καταδικασθείς; Δεύτερον δὲ ὁ ἐκ παραλλήλου ἄλλος λόγος τοῦ Θεοῦ, ὁ λέγων «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν» (Παροιμ. γ’ 34). Ὅστις ἔχει ἀντίδικον τὸν Θεὸν καὶ κατ’ αὐτοῦ ἀντιφερόμενον, ἐκεῖνος οὐδὲ πολὺ οὐδὲ ὀλίγον εἶναι δεδικαιωμένος, ἀλλὰ κατάδικος καὶ κατακεκριμένος. Ἐπιβεβαιοῖ δὲ τὴν τοῦ Φαρισαίου κατάκρισιν καὶ ἡ Ἐκκλησία, ψάλλουσα περὶ αὐτοῦ καὶ τοῦ Τελώνου· «ἀλλ’ ὁ μέν, καυχησάμενος ἐστερήθη τῶν ἀγαθῶν, ὁ δέ, μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν».

       

ΕΠΙΣΤΡΟΦΗ