Λόγος Β’. Εἰς τὴν ἀρχὴν τῆς Ἰνδίκτου, τοῦ Μακαριωτάτου καὶ σοφωτάτου ΓΡΗΓΟΡΙΟΥ Ἀρχιεπισκόπου Ταυρομενίας τοὐπίκλην Κεραμέως.

Καὶ οὕτως ἐν πραότητι ζῶσιν ἡμῖν, ἐπιλάμψει ἐν ταῖς ψυχαῖς τοῦ Εὐαγγελίου τὸ κήρυγμα διὰ τῶν προσηκόντων τῇ ἀρετῇ διδασκόμενον, καὶ πρὸς τὸν τελειότερον τῆς ἀρετῆς βίον διεγεῖρον ἡμᾶς, ὥστε μακρὰν γενέσθαι τῶν κοσμικῶν παθῶν, καὶ τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν, περιεζωσμένους ἐν τῷ τραχεῖ καὶ κατεσκληκότι βίῳ τῆς ἐγκρατείας, τὰς ἐκ τῶν νεφρῶν ἀλόγους πυρώσεις, τῷ σώφρονι λογισμῷ ὡς ἐν σχοινίῳ συσφίγγοντας. Ὅταν οὗν τοῦτο κατορθωθείη ἡμῖν, κἂν ὑπὸ πάντων γνωσθείημεν, κἂν ὡς ἐνάρετοι θαυμαζόμεθα, τῷ λάκκῳ τῆς ταπεινώσεως ἐμβάλωμεν ἑαυτοὺς τὸν μέγαν τοῦτον μιμούμενοι.

Φύγωμεν τοίνυν τὸ κενὸν τοῦτο καὶ κοῦφον δοξάριον· «ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται» (Ματθ. κγ’ 12), ὡς ἡ θεία λέγει πυκτίς. Ἐκεῖνος οὐκ ἂν εἰς τὰ τοῦ στύλου ἤρθη μετέωρα, εἰ μὴ πρότερον ἐν τῷ ξηρῷ λάκκῳ καθῆκεν ἑαυτὸν τῷ πολλῆς δυσωδίας ἀνάπλεω· καὶ ἡμεῖς δὲ οὐκ ἂν πρὸς ὕψος ἀρετῆς ἀναχθείημεν, εἰ μὴ τὴν ταπείνωσιν ἀσπασώμεθα· εἰ δὲ καὶ κρυπτόμενοι, τὴν ταπεινοφροσύνην μὴ λάθοιμεν (ἀληθὲς γάρ, ὡς ἀρετὴ ὅσον κρύπτεσθαι σπουδάζει, κηρύττεται), καὶ ἀνιμήσονται ἡμᾶς ἐκ τοῦ λάκκου, τοὐτέστι φανερώσουσιν ἡμᾶς οἱ τὴν ἀρετὴν θαυμάζοντες, ἐπιπονώτερον ἀσπασώμεθα βίον, ταῖς κατὰ μικρὸν προσθήκαις εἰς τὸν στῦλον τῶν ἀρετῶν ἀναγόμενοι πρότερον μὲν ἐν ἑξαπήχει τῆς ἀναβάσεως φθάσαντες ὕψει, τὰς ἓξ ἐντολὰς δηλαδὴ ὡς κρηπῖδα θέντες τῆς ἀναβάσεως, δι’ ὧν κληρονομοῦσι τὴν τῶν οὐρανῶν Βασιλείαν οἱ δίκαιοι· ὁ γὰρ ἐπὶ θρόνου δόξης κεκαθικὼς Βασιλεύς, τοῖς ἐκ δεξιῶν αὑτοῦ, τῶν τηρηθεισῶν αὐτοῖς ἓξ ἐντολῶν ὡς ἀμοιβὴν τὴν τῶν οὐρανῶν Βασιλείαν χαρίζεται.

Ὅταν οὖν σωματικῶς θρέψωμεν διὰ τῶν πενήτων τὸν Κύριον πεινῶντα, καὶ διψῶντα ποτίσωμεν, καὶ ξενοδοχήσωμεν, καὶ ἐνδύσωμεν, καὶ ἐπισκεψώμεθα ἀσθενείᾳ ἢ δεσμοῖς συνεχόμενον, τότε τῷ ἑξαπήχει στύλῳ βεβήκαμεν. Εἰ δὲ καθάπερ μνᾶν ἢ τάλαντον πολυπλασιάσοιμεν τὰς ἀρετὰς διὰ τῆς ἐργασίας πληθύνοντες, τότε ὁ τῶν ἀρετῶν ἡμῖν κύκλος ἀποτελεῖται, εἰς ἑαυτὴν πολυπλασιασθείσης τῆς ἑξάδος τῶν ἐντολῶν, ὡς γενέσθαι τὰ ἕξ, τριάκοντα ἕξ· κἀκεῖσε γὰρ οἶμαι στῆναι, εἰ καὶ κατὰ τὴν ἱστορίαν ὁ τοῦ μεγάλου Συμεὼν στῦλος τοσοῦτον ἀνύψωτο. Ἀλλ’ ἐπειδὴ ὁ ἀριθμὸς οὗτος καὶ κύκλος ἐστὶ καὶ τρίγωνος καὶ τετράγωνος, τὸ τῆς ἀρετῆς τοῦ ἀνδρὸς ἐσήμανε τέλειον, ὅπως τε πάγιος ἦν πρὸς τὴν εἰς τὴν Τριάδα εὐσέβειαν, καὶ ὅπως τῷ κύκλῳ τῶν ἀρετῶν ἐστεφάνωτο.