Λόγος Β’. Εἰς τὴν ἀρχὴν τῆς Ἰνδίκτου, τοῦ Μακαριωτάτου καὶ σοφωτάτου ΓΡΗΓΟΡΙΟΥ Ἀρχιεπισκόπου Ταυρομενίας τοὐπίκλην Κεραμέως.

Ζηλώσωμεν τῶν Ἁγίων τὰς πράξεις, τῶν τε ἄλλων καὶ αὐτοῦ τοῦ θείου καὶ ἱεροῦ Συμεών, οὗ τὸν βίον πάντες ἀκούοντες θαυμάζομεν. Ἀλλ’ οὐ χάριν τοῦ θαυμάζεσθαι μόνον οἱ βίοι τῶν Ἁγίων ἐγράφησαν, ἀλλ’ ὥστε θαυμάζοντας καὶ μιμητὰς αὐτῶν γενέσθαι. Πῶς οὖν ἐρεῖ τις δυνατὸν ἐκεῖνον τὸν ὑπὲρ φύσιν ἀσκήσαντα; ἐγώ σοι διὰ βραχέων ἐνδείξομαι, τὴν ἱστορίαν πρότερον ἐπιτροχάδην διαδραμών.

Οὗτος ὁ μέγας, ἐκ παίδων ἔτι ποιμὴν προβάτων γενόμενος, οὐ τοῖς χοίροις συνδιαιτωμενος κατὰ τὸν ἄτακτον ἐκεῖνον νέον τὸν ἀποστάντα τῆς πατρικῆς ἑστίας καὶ συβώτην γενόμενον, οὐδὲ βουκολῶν ἡμιόνους κατὰ τὸν Ἰδουμαῖον ἐκεῖνον Δωήκ, οὔτε μὴν πωλοδαμνεῖν παιδευόμενος, ἀλλ’ ἀγέλη προβάτων ἐπιστατῶν, κατὰ Μωσέα καὶ Ἰακὼβ καὶ Δαβὶδ καὶ Ἀμμών, ἐπειδή ποτε τῆς Ἐκκλησίας εἴσω ἐγένετο καὶ τῶν Εὐαγγελικῶν ἤκουσε φωνῶν, γέροντός τινος αὐτῷ παραινέσαντος, πάντων ἀλογήσας βιοτικῶν, ἀντὶ θρεμμάτων ἡγεμονεύειν, λογικῇ ποίμνῃ συναγελάζεται. Καὶ πρότερον μὲν σχοινίῳ τραχεῖ τὴν ὀσφὺν περισφίγγεται· εἶτα γνωσθείς, εἰς φρέαρ ἑαυτὸν καθείς, ὑπόγειος γίνεται· κἀκεῖθεν ἀνελκυσθείς, τὸν κιονίτην βίον πρῶτος πάντων ἐκλέγεται, ταῖς κατὰ μικρὸν ἐπιδόσεσιν ἐπαύξων τοῦ στύλου τὴν ἄνοδον, πρῶτον μὲν, εἰς ἓξ πήχεις ὑψώσας αὐτόν, εἶτα δὲ μεγαλύνας αὐτὸν ἄχρι πηχῶν τριάκοντα ἕξ. Οὕτω μετέωρος ἀρθείς, καὶ πολλῶν σημείων γενόμενος αὐτουργός, δαίμονάς τε φυγαδεύσας καὶ βαρβάρων ἡμερώσας ἦθος ἀτίθασον, καὶ πολλοὺς πρὸς Θεὸν ἐπιστρέψας, πρὸς τὰς ἀϊδίους μετέστη μονάς, τῆς αὐτοῦ πολιτείας οἷα στήλην τὸν στῦλον καταλιπών.

Παιδεύει τοίνυν ἡμᾶς ὁ ἱερὸς Συμεὼν τῷ καθ’ ἑαυτὸν ὑποδείγματι, ἕως ἂν παῖδες ἐσμὲν καὶ ἀτελεῖς τὴν πνευματικὴν ἡλικίαν, μὴ καταμιγνύειν ἑαυτοὺς ἀνθρώποις χοιρώδεσιν, οἳ τῷ βορβόρῳ χαίρουσι τῆς ἀκολασίας ἢ τὴν ἁμαρτίαν καθάπερ τὰς ἀγόνους ἡμιόνους ποιμαίνουσιν· ἡ γὰρ κακία οὐκ ἐκ Θεοῦ τὸν πληθυσμὸν ἔσχεν, ὡς οὐδὲ ἐξ ἀλλήλων ἐστὶν ἡ τοῦ γένους τῶν ἡμιόνων διαδοχή, οὐδὲ συναναφύρεσθαι ἡμᾶς τοῖς θηλυμανέσιν ὡς ἵπποις. Ἀλλὰ τούτων ἁπάντων ἀποφοιτῶντες, ἐν ὁμοφρονοῦσι τε καὶ ὁμογνωμονοῦσι, τοῖς παρ’ ἡμῶν ποιμαινομένοις συζήσωμεν, πάντων τῶν ἐν ἡμῖν λογισμῶν, προβάτων δίκην τῷ βουλήματι τοῦ ἐπιστατοῦντος λόγου ποιμαινομένων.