ΕΥΛΟΓΗΤΟΣ ὁ Θεὸς ὁ καταξιώσας ἡμᾶς διαδραμεῖν τὴν κυκλικὴν τοῦ χρόνου περίοδον καὶ πρὸς τὴν κορωνίδα τοῦ ἔτους ἐλθεῖν, ἐξ ἧς ὥσπερ ἀφ’ ὕσπληγγος (ἀφετηρίας) αὖθις τοῦ δρόμου τοῦ βιοτικοῦ κατερχόμεθα τὸν αὐτὸν κύκλον διὰ πάσης τῆς ζωῆς ἡμῶν ἀνελίττοντες, ἕως ἄν ὁ ἄπειρος ἡμᾶς ἐκεῖνος αἰὼν διαδέξηται, ὁ διαστήματι χρόνου καὶ ἡλίου φορᾷ μὴ μετρούμενος.
Ἡ μὲν παροῦσα ἡμέρα, (προκείσθω γὰρ τῷ λόγῳ οἷον ἥδυσμα τοῖς φιλοκάλοις ὑμῖν), κατὰ μὲν τὸ ἱστορικῷ γενόμενον καὶ τελούμενον, ἀρχὴ τῆς χρονικῆς ὑπάρχει ἀνακυκλήσεως, Ἴνδικτα λεγομένη τῇ Ρωμαίων φωνῇ· οὕτω γὰρ ἐκεῖνοι τὸν ὁρισμὸν ὀνομάζουσιν. Ἑβραίοις μὲν γὰρ ἀρχὴ τοῦ χρόνου νενόμισται ὁ Νισὰν (Μάρτιος), παρ’ αὐτοῖς οὕτως ὀνομαζόμενος, ἀρχὴ τυγχάνων τῆς ἐαρινῆς ἰσημερίας καὶ τῆς κοσμογενέσεως, ὡς δηλοῖ τῶν βοτάνων καὶ θάμνων καὶ δένδρων ἡ βλάστησις. Ρωμαίοις δὲ πάλαι μὲν ὁ Ἰανουάριος ἦν τοῦ ἔτους ἀρχή· ἀφοῦ δὲ ὁ Αὔγουστος Καῖσαρ τὸν Ἀντώνιον ἐτροπώσατο κατὰ τὸν Σεπτέμβριον μῆνα, περιφανῆ ποιῆσαι τὴν νίκην βουλόμενος, μεταμείβει τὸ Ρωμαϊκὸν ἔθος καὶ χαρίζεται τῷ μηνὶ τούτῳ τὰ πρεσβεῖα καθάπερ πρωτόλεια.
Ὁ τοίνυν ἀγαθὸς Δεσπότης, ἡμῶν διὰ σαρκὸς ἐπιφανεὶς ἡμῖν, καὶ πρὸς μίαν αὐλὴν συναγείρων Ἰουδαίους καὶ Ρωμαίους καὶ Ἕλληνας, ἁγιάσαι τὴν ἡμέραν ταύτην βουλόμενος, κατ’ αὐτὴν εἰς Ναζαρὲτ παραγίνεται καὶ εἴσεισιν ἐν τῇ συναγωγῇ ὡς ὁ γλαφυρὸς Λουκᾶς ἱστορεῖ, καὶ βιβλίον ἀνὰ χεῖρας λαβών, τὰ περὶ αὐτοῦ τῷ Προφήτῃ τεθεσπισμένα ὑπανεγίνωσκεν· ἐντεῦθεν ὡς εὐλογηθεῖσαν τὴν ἡμέραν ὑπὸ Θεοῦ ἑορτάζειν αὐτὴν ἡ Ἐκκλησία παρέλαβεν. Ἀλλὰ ταῦτα μὲν οἷον σῶμα ἔστω τῷ λόγῳ τῆς ἑορτῆς, κατὰ τὸν ἱερὸν φᾶναι Μάξιμον· φέρε οὖν καὶ ταῖς ἔνδοθεν θεωρίαις τοῦτον ψυχώσωμεν.
Ὁ μὴν οὗτος, ὁ κατὰ μὲν τοὺς Ἕλληνας Γορπιαῖος, κατὰ δὲ τοὺς Αἰγυπτίους Θώθ, κατὰ δὲ τοὺς Ἑβραίους Εὐάλ, καθ’ ἡμᾶς δὲ Ρωμαϊκῇ γλώττῃ Σεπτέμβριος, εἰκόνα φέρει παλαιᾶς τε καὶ νέας, καὶ τῆς ἑβδοματικῆς ταύτης ζωῆς, καὶ τῆς ἐν τῷ μέλλοντι καταστάσεως καὶ τοῦτο δι’ αἰνίγματος δεικνὺς ὁ Θεός, τὰς τρεῖς ἑορτὰς τῶν Σαλπίγγων, καὶ τοῦ Ἱλασμοῦ, καὶ τῶν Σκηνοπηγιῶν ἐν τούτῳ τῷ μηνὶ γενέσθαι προσέταξεν, οὕτω φάμενος τῷ Μωϋσῇ: «Τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ Κυρίῳ»· καὶ «προσάξατε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας».