Ἕβδομος δὲ μὴν ἀπὸ τοῦ Νισάν, οὗτός ἐστιν ὁ Εὐάλ· καὶ μὴ σαλπίζειν τούτοις προσέταξε, καὶ τὴν πρώτην καὶ τὴν ἑβδόμην ἡμέραν ἔχειν κλητὴν καὶ ἀνάπαυσιν. Κελεύει δὲ ἡ νομοθεσία, καὶ κάλλυνθρα φοινίκων λαβεῖν, καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου καὶ οὕτω τῇ ἑορτῇ ἐπευφραίνεσθαι. (Βλ. Λευιτ. κγ’ 34-44).
Ἡ μὲν οὖν τῶν Σαλπίγγων ἑορτή, Νόμου καὶ Προφητῶν καὶ τῆς ἐξ αὐτῶν κηρυττομένης τύπος ἐστίν· ὁ δὲ Ἰλασμός, σύμβολον τῆς τοῦ Θεοῦ καταλλαγῆς πρὸς τὸν ἄνθρωπον τὸ γὰρ ὑποδύντα τὴν κατακριθεῖσαν φύσιν ἱλασμὸν ἔθετο ὁ Πατὴρ ὡς ὁ Παῦλος φησίν· ἡ δὲ τῆς Σκηνοπηγίας, τὸν τριπόθητον ἡμῖν τῆς ἀναστάσεως σημαίνει καιρόν, καλῶς κατὰ τὸν ἕβδομον μῆνα ἐκτελούμενον· μετὰ γὰρ τὴν ἑβδοματικὴν τοῦ χρόνου περαίωσιν, ἐλπίζεται ἡ ἀνάστασις ἐν ᾗ σκηνοποιηθήσεται διὰ τῆς ἀφθαρσίας ὁ ἄνθρωπος, τῆς ἀθανάτου ψυχῆς ἑνωθείσης τῷ διαρρεύσαντι σώματι, ὡς τὰ φυλλορροοῦντα τῶν φυτῶν μετὰ τῶν ἀειθαλῶν οἱ ἑορτάζοντες ἀνεμίγνυον. Οἷμαι γὰρ ἔγωγε πρὸς τοῦτο βλέπειν καὶ τοῦ «σαλπίσει, φησί, καὶ οἱ νεκροὶ ἐγερθήσονται» (Α’ Κορ. ιε’ 52).
Φαίη δ’ ἄν τις ἴσως ἐπαπορῶν, καὶ ὅτου χάριν οὗτος ὁ μὴν προεκρίθη τοσαύτας φέρειν εἰκόνας τοῦ τῆς ζωῆς ταύτης τέλους καὶ τοῦ μυστηρίου τῆς ἀναστάσεως; Ὅτι τοι καὶ μάλα πρεπωδέστατος οὗτος πρὸς τὸ εἰκόνισμα, οὐ μόνον ὅτι ἕβδομός ἐστιν ἀπὸ τοῦ Νισὰν ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλ’ ὅτι καὶ φθίσις ἐστὶ τῶν κατὰ τὸ ἔαρ βλαστησάντων κατὰ τὴν τῆς κτίσεως γένεσιν. Πρὸς τούτοις δέ, ὅτι καὶ τὴν ζωδιακὴν σφαῖραν διϊππεύων ὁ ἥλιος κατὰ τὸν μῆνα τοῦτον, εἰς τὸ δωδέκατον μόριον γίνεται, ὃ Ζυγὸν ὀνομάζουσι, σημαίνοντος τάχα τοῦ πράγματος τὸ κατὰ τὴν ἰσόρροπον ἐκείνην τοῦ Θεοῦ κρίσιν τῆς ἀνταποδόσεως δίκαιον.
Ὥσπερ δὲ ὁ αὐτὸς οὗτος μὴν καθ’ Ἑβραίους μέν ἐστιν ἕβδομος, πρῶτος δὲ καθ’ ἡμᾶς, ὁ αὐτὸς ὢν ἀμφότερα, οὕτω δὴ καὶ φθίσις ἐστὶ τῶν καρπῶν, καὶ ἀρχὴ τρυγητοῦ· τοῦτο νοούντων ἡμῶν, ὡς καὶ ὁ ἕβδομος οὖτος αἰών, τέλος μέν ἐστι καὶ κατάστασις γενέσεως καὶ φθορᾶς, ἀρχὴ δὲ τοῦ νοητοῦ τρυγητοῦ. Καὶ ὥσπερ ἐνταῦθα, εἰ μὲν εὐγενὴς καὶ ὡραῖος ὁ βότρυς ἐντεθῇ τοῖς ληνοῖς, ἡδὺς καὶ ἀνθοσμίας τῶν βοτρύων ὁ οἶνος ἀπορρυήσεται, τῇ παριππεύσει τοῦ χρόνου συνεπιδιδοὺς εἰς κάλλος καὶ εὔπνοιαν· εἰ δὲ ἐκ σεσηπότων βοτρύων ἢ ὀμφακιζόντων ὁ οἶνος ἀποθλιβῇ, ἐκτροπίας εὐθὺς καὶ ἄποτος γίνεται, μεταβαλὼν εἰς δυσωδίαν τινὰ ἢ ὀξώδη ποιότητα, ἢ διὰ τινος ἑτέρας φθορᾶς εἰς σκωλήκων γένεσιν ἀλλοιούμενος. Οὕτως ἐν τῇ παλιγγενεσίᾳ τῶν ἔργων ἡμῶν δίκην βοτρύων τῷ δοκιμαστικῷ πυρὶ τεθέντων ὡς ἐν ληνῷ, κατάδηλος ἡ γεωργία ἑκάστου γίνεται.