Ὁρᾶτε ὅσα ἡ δοκοῦσα μικρὰ ἑορτὴ αὕτη περιέχει μυστήρια; καὶ ὅπως ὁ μὴν οὐκ ἀθεεὶ (ἄνευ τῆς θελήσεως τοῦ Θεοῦ) παρὰ Ρωμαίοις ὠνομάσθη Σεπτέμβριος; μόνον ὅτι ἕβδομός ἐστι (σέπτεμ γὰρ παρὰ Ρωμαίοις δηλοῖ ἕβδομος), ἀλλ’ ὅτι καὶ σεπτός ἐστι καὶ σεβάσμιος. Ἄθρει (πρόσεχε) δὲ ὅπως καὶ κατὰ τὴν ἡμέραν ταύτην, ἥτις ἐστὶν ἀρχὴ καὶ στέφανος τοῦ ἐνιαυτοῦ, πολλῶν Ἁγίων συνέστη πανήγυρις συναρωγούντων ἡμῖν εἰς τὴν κατ’ ἀρετὴν τοῦ χρόνου περαίωσιν. Ἐν ταύτῃ γὰρ μνήμην ἄγομεν τῆς τοῦ Σωτῆρος ἐν τῇ Συναγωγῇ ἀναγνώσεως, καὶ τῆς ἱερᾶς Εἰκόνος τῆς Θεομήτορος, καὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ τῶν ἐν Ἐφέσῳ ἀναιμωτὶ Μαρτύρων ἑπτά, καὶ τῶν Παρθένων Τεσσαράκοντα γυναικῶν· Καλλίστης τε καὶ Εὐόδου καὶ Ἑρμογένους τῶν ἐκ φύσεως καὶ πίστεως ἀδελφῶν ἀλλὰ καὶ Συμεὼν ὁ κιονίτης δᾳδουχεῖ τὴν πανήγυριν.
Ἅπαντες οὗτοι τοῦ χρόνου τὴν ἀρχὴν ἁγιάζουσιν. Ὁ μὲν Σωτὴρ ἡμῶν Ἰησοῦς εὐλογεῖ τὸν στέφανον τοῦ ἐνιαυτοῦ· ἡ διὰ τῆς σεπτῆς Εἰκόνος Αὐτῆς τιμωμένη πάναγνος Δέσποινα, μεσῖτις πρὸς Θεὸν ἡμῶν γίνεται· ὁ τοῦ Ναυῆ Ἰησοῦς, κατ’ ἴχνος ἀκολουθεῖν διδάσκει τῷ ἀληθινῷ Ἰησοῦ, εἰ τὰ τείχη τῆς ἁμαρτίας, ὡς αὐτὸς τὰ Ἱεριχούντεια, μετ’ ἐπείξεως (ταχύτητος) καταβάλοιμεν· οἱ Ἑπτὰ Παῖδες, τὸν δι᾽ ἑβδομάδος ἀριθμούμενον χρόνον καθαγιάζουσι δεικνύντες τῆς ἀναστάσεως τὸ μυστήριον, ἧς αὐτοὶ μακρὸν ὑπνώσαντες χρόνον, ἀνέστησαν· ὁ πάμμεγας Συμεών, τὸν ἑαυτοῦ στῦλον ὑποδεικνύς, ἀπὸ τῶν γηΐνων ἡμᾶς δι’ ἀρετῆς κελεύει κουφίζεσθαι καὶ τὰ ἄνω φρονεῖν. Καλλίστην, Εὔοδον καὶ Ἑρμογένην ἥκιστα διαιρήσωμεν· οὐ γὰρ διεῖλεν αὐτοὺς φύσις καὶ γνώμη καὶ σύμπνοια καὶ ταὐτὸ τῆς ἀθλήσεως· καὶ οὗτοι δὴ κάλλιστα ἡμᾶς εὐοδοῦσι, τὴν πρὸς Θεὸν ἁρμονίαν θηροῦντες, οὗ γένος ἐσμὲν κατὰ τὸν εἰπόντα σοφόν.
Ἤκουσας τοῦ Εὐαγγελιστοῦ Λουκᾶ λέγοντος σήμερον, ὡς ἧκε Χριστὸς κατὰ τὴν ἡμέραν ταύτην εἰς τὴν ἑαυτοῦ πατρίδα Ναζαρέτ, καὶ ἀνέγνω «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ»; ἐλθὲ καὶ αὐτὸς πρὸς τὴν σὴν πατρίδα τὴν νοητὴν Ναζαρέτ, ὅπερ καθαρότης ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ· ἐλθὲ πρὸς τὴν τοῦ βίου καθαρότητα· αὕτη καὶ πατρὶς καὶ κόσμος ὡς ἀληθῶς τῆς ψυχῆς. Ἂν εἰς ταύτην ἔλθῃς, Πνεῦμα Κυρίου ἐπὶ σὲ γενέσθω σοι τοῦ χρόνου ἀρχή, καθαρωτέρου βίου ἀρχή. Ἐδούλευες μέχρι νῦν ἁμαρτίᾳ τινί; τῷ τοῦ ἐνιαυτοῦ τέλει λαβέτω καὶ αὕτη τέλος, ἀρχή σοι πολιτείας ἐναρέτου γενέσθω τὰ Ἴνδικτα.