Πενθήσει δὲ καὶ ἐπὶ ταῖς ἁμαρτίαις ἐξομολογούμενα ἔθνη, πένθος μακαρισμοῦ πρόξενον. «Μακάριοι, γάρ φησιν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Πενθήσουσιν οὖν ἐπὶ ταῖς ματαίαις αὐτῶν ἑορταῖς καὶ ᾄσμασιν ἀθεμίτοις, οἷς ἐπετέλουν τοῖς ἀκαθάρτοις δαίμοσιν. Ὅρα γάρ μοι σήμερον, πῶς μετανοήσας Ἐθνικός, ὁ πρότερον τοῖς εἰδώλοις ἑορτάζων, μεταστρέφει τὴν ἑορτὴν εἰς πένθος, μετανοῶν ἐφ’ οἷς κακοῖς ἔπραττε, καὶ λέγει θρηνῶν τὸ προφητικὸν ἐκεῖνο λόγιον· «Ἐπλανήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν καὶ ἐπεκάλυψεν ἡμᾶς τὰ ἁμαρτήματα ἡμῶν, ὅτι ἐπλήσθημεν ἀσεβείας ἡμῶν».
Οὕτως οὖν καὶ ἡμεῖς καλῶς θρηνοῦντες καὶ πενθοῦντες ἐν ταῖς προγεγραμμένοις ἡμῖν κακοῖς, τῷ Σταυρῷ ἑαυτοὺς προσπλέξωμεν, καὶ εἰς οὐρανὸν τὴν διάνοιαν τείναντες, Χριστῷ τῷ Σωτῆρι ἡμῶν πλησιάσαντες, ἐγγὺς Θεοῦ ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν γενέσθαι καταξιωθῶμεν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.