Ὁρᾷς πόσην μεταβολὴν ὁ Σταυρὸς κατειργάσατο; Ἵνα δὲ μάθῃς ἀκριβέστερον τὴν δύναμιν τοῦ Σταυροῦ, κατανόησον τί πρὸ Σταυροῦ, καὶ τί μετὰ Σταυρόν, καὶ εὑρήσεις τοῦ Σταυροῦ τὴν ἐνέργειαν. Πρὸ Σταυροῦ, Υἱὸς οὐκ ἦν γινωσκόμενος· σήμερον Σταυροῦ κηρυττομένου, Υἱὸς ὀνομάζεται, καὶ Πατὴρ δι’ Υἱοῦ γνωρίζεται. Πρὸ Σταυροῦ διάβολος προσεκυνεῖτο· νῦν, Σταυροῦ κηρυττομένου, διάβολος πέπτωκε καὶ δαίμονες φυγαδεύονται. Πρὸ Σταυροῦ, πορνείαις καὶ ἀσελγείαις ἐσχολάζομεν· νῦν δὲ Σταυροῦ κηρυττομένου, οὐ μόνον πορνείας ἀπέστημεν, ἀλλὰ καὶ γάμων κατεφρονήσαμεν, παρθενίαν δέ, ἣν οὐκ ᾔδειμεν, δεξάμενοι, ὡς ἰδίαν φυλάττομεν. Οὐκ ἦν Σταυρὸς κηρυττόμενος, καὶ διάβολος τοὺς Ἰουδαίους κατὰ τοῦ Χριστοῦ συνήγαγε· σήμερον Σταυρὸς κηρύττεται καὶ οἱ Ἀπόστολοι Ἰουδαίους διὰ τῆς πίστεως προσάγουσιν. Οὐκ ἦν Σταυρὸς κηρυττόμενος, καὶ ὑπὸ θανάτου κατειχόμεθα· νῦν Σταυρὸς κηρύσσεται, καὶ ὡς μὴ ὄντος θανάτου κατεφρονήσαμεν, τὴν δὲ αἰώνιον ζωὴν ἐποθήσαμεν. Οὐκ ἦν Σταυρὸς κηρυττόμενος, καὶ Παραδείσου ἀλλότριοι ἦμεν· Σταυροῦ δὲ φανέντος, παραχρῆμα λῃστὴς Παραδείσου ἠξιώθη.
Ὢ μεγάλης δυνάμεως τοῦ Σταυροῦ! ὅσην μεταβολὴν τῷ γένει τῶν ἀνθρώπων κατειργάσατο! Ἀπὸ τοσούτου σκότους, εἰς φῶς ἀπέραντον μετέστησεν· ἀπὸ θανάτου, εἰς αἰώνιον ζωὴν ἀνεκαλέσατο ἀπὸ φθορᾶς, εἰς ἀφθαρσίαν ἀνεκαίνισεν. Οὐκέτι γὰρ ὀφθαλμοὶ καρδίας ἀπὸ ἀγνοίας ὑπὸ τοῦ σκότους καλύπτονται, ἀλλὰ διὰ Σταυροῦ τῷ φωτὶ τῆς γνώσεως καταυγάζονται. Οὐκέτι ὦτα κωφῶν ὑπὸ ἀπιστίας κέκλεισται· οἱ κωφοὶ γὰρ ἤκουσαν λόγον Κυρίου, καὶ οἱ τυφλοὶ ἀνέβλεψαν τοῦ ἰδεῖν τὴν δόξαν τοῦ Θεοῦ.
Ταῦτα τοῦ Σταυροῦ τὰ κατορθώματα, ταῦτα ἡμῖν διὰ Σταυροῦ τὰ δωρήματα. Τί γὰρ καλὸν ἡμῖν οὐκ ἀπὸ Σταυροῦ δεδώρηται; τί δὲ ἀγαθὸν οὐ διὰ Σταυροῦ ἡμῖν κατώρθωται; Διὰ Σταυροῦ εὐσεβεῖν ἐδιδάχθημεν, καὶ τῆς θείας φύσεως τὴν δύναμιν ἐπέγνωμεν· διὰ Σταυροῦ δικαιοσύνην Θεοῦ παιδευόμεθα, καὶ σωφροσύνης ἀρετὴν μεταδιώκομεν διὰ Σταυροῦ ἀλλήλους γνωρίζομεν, καὶ οἱ μακρὰν ὄντες Χριστῷ συνήφθημεν, καὶ τῆς Χάριτος τοῦ Ἁγίου Πνεύματος ἠξιώθημεν· διὰ Σταυροῦ ἀγάπης τὴν δύναμιν ἔγνωμεν, καὶ ὑπὲρ ἀλλήλων ἀποθανεῖν οὐ παραιτούμεθα· διὰ Σταυροῦ πάντων τῶν ἐν τῷ κόσμῳ καταπεφρονήκαμεν, καὶ ὡς οὐδὲν αὐτὰ εἶναι ἡγησάμεθα, τῶν μελλόντων ἀγαθῶν ὀρεγόμενοι, καὶ τῶν ἀοράτων ὡς ὁρωμένων ἀντιποιούμενοι.