φύλαξ δὲ διὰ τούτου τῆς ἑαυτοῦ ποιότητος γινόμενος, ἤδη τῆς πικρότητος τῇ μεταβολῇ τοσαύτην ἡδεῖαν παρέχει τὴν γεῦσιν, ὡς πάσης μὲν τρυφῆς ἄρτυμα παρεισφέρεσθαι, πάσης δὲ ἑστιάσεως κέρασμα πρὸς τὴν ζωὴν τῶν ἀνθρώπων γίνεσθαι. Καὶ οὕτω πᾶσα φύσις φυτῶν τε καὶ σπερμάτων, τῇ μεταβολῇ τῶν καρπῶν, τὴν εὐφροσύνην τοῖς πᾶσι παρέχουσιν.
Ἐπεὶ τοίνυν τῶν χαλεπωτέρων ἐπὶ τῇ τῶν βελτιόνων μεταβολῇ, τοσαύτην χαρίζεται τὴν ἀπόλαυσιν, φέρε δή, μεταβάντες ἐπὶ τὰ τούτων τιμιώτερα, θεασώμεθα πόσων ἡμῖν ἀγαθῶν πρόξενος γέγονεν ὁ Σταυρὸς τοῦ Χριστοῦ, διὰ τῆς αὐτοῦ ἐνεργείας, τοσαύτην μεταβολὴν ἀγαθῶν κατεργασάμενος. Εἰ γὰρ καὶ λυπηρὸς καὶ στυγνὸς ὁ τοῦ Κυρίου Σταυρὸς ἀκουόμενος, ἀλλὰ χαρᾶς πλήρης καὶ φαιδρότητος ἔμπλεως, οὐ πάθους, ἀλλ’ ἀπαθείας αἴτιος γενόμενος. Εἰ δὲ καὶ σκάνδαλόν ἐστιν Ἰουδαίοις ὀνομαζόμενος, μωρία δὲ καὶ τοῖς ἔθνεσι κηρυττόμενος, ἀλλ’ ἡμῖν τοῖς πιστεύουσι σωτηρία μνημονευόμενος. Εἰ γὰρ καὶ ἐν Ἐκκλησίᾳ Σταυροῦ ἀναγινωσκομένου, καὶ πάθους διὰ Σταυροῦ μνημονευομένου, λαὸς ὁ Σταυρῷ πιστεύων ἀγανακτεῖ, ἐλεεινὴν φωνὴν καὶ γογγυσμὸν ἀφιέμενος, οὐ διὰ τὸν Σταυρόν, ἀλλὰ διὰ τοὺς σταυρώσαντας καὶ ἀπιστήσαντας. Σταυρὸς γὰρ σωτηρία τῆς Ἐκκλησίας Σταυρὸς τὸ καύχημα τῶν εἰς αὐτὸν ἠλπικότων· Σταυρὸς ὁ ἀπαλλάξας ἡμᾶς τῶν προλαβόντων κακῶν, καὶ ἀπαρχὴ τῶν ἐπιγενομένων ἡμῖν ἀγαθῶν. Σταυρὸς ἡ πρὸς Θεὸν ἐχθρῶν καταλλαγή, καὶ ἐπὶ Χριστὸν ἁμαρτωλῶν ἐπιστροφή. Διὰ Σταυροῦ γὰρ τῆς ἔχθρας ἐρρύσθημεν, καὶ διὰ Σταυροῦ τῷ Θεῷ εἰς φιλίαν συνήφθημεν· διὰ Σταυροῦ τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθημεν, καὶ διὰ Σταυροῦ τοῦ θανάτου καὶ τῆς ἀπωλείας ἀπηλλάγημεν. Διὰ τοῦτο ὁ λαός, πρότερον μὲν περὶ Σταυροῦ ἀκούων ἐγόγγυζεν· αὖθις δὲ περὶ ἀναστάσεως ἀκούων, τὸν γογγυσμὸν εἰς χαρὰν μετέβαλε, καθαρᾷ τῇ φωνῇ τὴν δόξαν προφερόμενος. Σταυρὸς τὴν ἀνθρωπείαν φύσιν εἰς ἀγγελικὴν μετέβαλε τάξιν, πάσης φθαρτῆς πράξεως ἀλλοτρίαν ἀποδείξας, καὶ τῆς ἀφθάρτου ζωῆς ἐνδιαιτᾶσθαι καταξιώσας. Οὐκέτι γὰρ ἀνθρώποις, ἀλλὰ καὶ θεοὺς προσηγόρευσε λέγων· «Ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες». Οὐκέτι δούλους, ἀλλὰ φίλους καὶ ἀδελφοὺς ὠνόμασεν, «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου» λέγων.