ΠΑΣΑ μὲν ἡ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβολὴ μεγίστην χαρὰν καὶ εὐφροσύνην τῷ γένει τῶν ἀνθρώπων κατεργάζεται· πέφυκε γὰρ ἡ ἀνθρωπίνη φύσις, τῶν κρειττόνων ὀρεγομένη ἀεί, σπεύδειν ἐπὶ τὴν τῶν βελτιόνων κατάληψιν. Οὕτω γοῦν, ἡδεῖα τοῖς πλέουσιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις· ἡδεῖα δὲ καὶ τοῖς ὁδοπόροις, ἡ ἐκ καμάτου ἐπ’ ἀνάπαυσιν ἡσυχία· ἡδεῖα δὲ καὶ τοῖς λυπουμένοις, ἡ ἐκ κατηφείας εἰς εὐφροσύνην μετάθεσις· ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενείας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις· ἡδεῖα δὲ καὶ τοῖς πολεμίοις ἡ ἀπὸ ἔχθρας εἰς φιλίαν καὶ εἰρήνην βεβαίωσις· ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις. Καὶ πᾶσα πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται.
Οὕτω γοῦν ὁρῶμεν καὶ τὴν ὑπὸ Θεοῦ δεδομένην ἡμῖν ἀπόλαυσιν, τῇ μεταβολῇ τὴν εὐφροσύνην ἡμῖν παρεχομένην. Σῖτος μὲν γάρ ἐστιν οὕτως ἡδύς· εἰς δὲ τὴν γῆν μετὰ κόπου καταβαλλόμενος καὶ πολυπλασιαζόμενος, ἡδύτερος ἀναδείκνυται μετὰ πάσης χαρᾶς εἰς πλῆθος τροφῆς λαμβανόμενος. Εἷς μὲν γάρ ἐστι τῷ σπόρῳ κόκκος εἰς ἀδηλίαν ριπτόμενος. Οὕτω καὶ φύσις ἀμπέλου ἡδυτέραν ἡμῖν παρέχει τὴν ἀνάπαυσιν, τῇ μεταβολῇ τοῦ καρποῦ τὸν πότον ἀπὸ τοῦ ξύλου προσφερομένη. Ἕλικες μὲν γὰρ καὶ φύλλα, δριμυτάτην καὶ στυπτικωτάτην ἔχουσι τὴν ἐνέργειαν, ὡς μηδὲ στόματι δυνατὸν πρὸς γεῦσιν ἐφάψασθαι· σταφυλὴ δὲ σὺν ἕλιξι καὶ φύλλοις ἐν ἑνὶ ξύλῳ συμφυομένη, τοιαύτην γλυκεῖαν ἔχει τὴν αἴσθησιν, ὡς γλυκαίνειν τῶν πικρῶν καὶ λυπηρῶν τὴν ἕξιν, τὸν ἴδιον καρπὸν εἰς εὐφροσύνην τῇ πόσει παρεχομένη.
Οὕτω καὶ τῆς ἐλαίας τὸ πρέμνον, ἀειθαλὲς μὲν ἔχει τὸ φύλλον, ἀεὶ δὲ νεάζον τὸ δένδρον· φέρεται δὲ κατὰ καιρὸν ὁ καρπός, οὐχ ὁμοίως τοῖς πᾶσιν ἀπὸ τοῦ ξύλου φαινόμενος, ἀλλ’ ἰδίαν τινὰ φύσιν ἐν ἑαυτῷ ἐπιδεικνύμενος. Ἄνθος μὲν γὰρ πρῶτον ὡς χοῦν λεπτότατόν ἐστι περιβαλλόμενον, ἐν μέσῳ δὲ τούτου αὐτός ἐστιν ὡς κέγχρος ἀναφυόμενος· καὶ βότρυϊ μὲν παρεοικώς, πλῆθος ἀναρίθμητον ἐπιδείκνυται· εἰς αὔξησιν δὲ προϊών, τοῦ πλήθους μὲν ὡς ἀνωφελοῦς ἀπαλλάττεται, καὶ πικρὸς μέν ἐστιν ἕως τέλους ἀπογευόμενος, ἄγευστος δὲ διὰ χειρῶν λαμβανόμενος·