Τούτων ἡμῖν ἁπάντων ὁ Σταυρὸς ἐχορήγησε τὴν κτῆσιν, καὶ πάντων τῶν τηλικούτων ἀγαθῶν διὰ τοῦ Σταυροῦ ἀπολαύομεν. Τούτων ἁπάντων τὴν γνῶσιν διὰ Σταυροῦ εἰλήφαμεν, καὶ πάντα ταῦτα δι’ αὐτοῦ ἐδιδάχθημεν. Ἵνα δὲ μάθῃς τοῦ Σταυροῦ τὴν δύναμιν, καὶ πόσον ἰσχύει Σταυροῦ ἐνέργεια, κατάμαθε τὰ ἐπὶ τοῦ Σταυροῦ γενόμενα, καὶ εὑρήσεις ἔργα θεϊκῆς δυνάμεως δι’ αὐτοῦ τελούμενα. Σταυρὸς κατὰ τῆς ζωῆς πήγνυται, καὶ ζωὴ τῷ κόσμῳ διὰ Σταυροῦ εἰς θάνατον ἐπινενόηται, καὶ θάνατος νεκρὸς δι’ αὐτοῦ ἀποδέδεικται Σταυρὸς κατὰ τῆς ἀληθείας ἥπλωται, καὶ διὰ Σταυροῦ κόσμος τῆς ἀληθείας πεπλήρωται. Σταυρὸς ἐκτέταται κατὰ τοῦ Δεσπότου, καὶ ὁ Δεσπότης δι’ αὐτοῦ τὰς χεῖρας ἐκτείνας, τὰ πάντα πρὸς ἑαυτὸν συνήγαγε.
Χριστὸς ἐπὶ Σταυροῦ κρέμαται, καὶ διάβολος νενέκρωται. Χριστὸς ἐπὶ Σταυροῦ ἥπλωται, καὶ σημεῖον σωτηρίας τῷ κόσμῳ δεδώρηται. Χριστὸς ἐπὶ Σταυροῦ προσήλωται, καὶ πᾶσα ψυχὴ ἐκ δεσμῶν λελύτρωται. Χριστὸς ἐπὶ Σταυροῦ πέπηγε, καὶ ἡ σύμπασα κτίσις ἀπὸ τῆς φθορᾶς τῆς δουλείας ἠλευθέρωται. Χριστὸς ἐπὶ Σταυροῦ ἀναπέπαυται, καὶ τεράστιον καινότερον τῷ κόσμῳ ἀναδέδεικται· ἡλίου γὰρ τὸ φῶς σκοτίζεται. Σύμβολον τοῖς μὲν ἀπίστοις ἐν ἡμέρᾳ κρίσεως τὸ σκότος ταμιευόμενον, τοῖς δὲ πιστεύουσι τὸ φῶς τῆς ἡμέρας ἀπὸ σκότους μεταβαλλόμενον, Τοῦτο δὲ καὶ προφητικόν που λόγιον βοᾷ λέγον· «καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς, καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους». Ὁρᾷς, ἀγαπητέ, ἡλίκον περιέχει μυστήριον τὸ προφητικὸν λόγιον; ἐνταῦθα γὰρ ἀμφοτέρων αἰνίττεται τὰ πράγματα, Ἰουδαίων τε λέγω, τῶν ὑπὸ Νόμον, καὶ ἐθνῶν ἔξω τοῦ Νόμου τὴν ἀνομίαν ἐπιτελούντων. Οἱ μὲν γὰρ κατὰ Νόμον ἑορτάζοντες πενθήσουσι, τὰς ἑορτὰς ἀπολέσαντες, καὶ ἀντὶ ᾠδῶν, κοπετὸν περὶ τῆς Ἱερουσαλὴμ ποιήσονται. Οὐκέτι γὰρ ἔσται Ἱερουσαλὴμ ἔχουσα τὰς λατρείας, οὔτε ἐπιτελεσθήσεται ἑορτὴ ἐν αὐτῇ, τέλος εἰληφότων ἁπάντων μετὰ τὴν Χριστοῦ ἐπιδημίαν καὶ τὸ Πάθος Αὐτοῦ καὶ τὴν οἰκονομίαν.
Διὰ τοῦτο οὖν φησι· «Μετατρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πᾶσας τὰς ᾠδὰς ἡμῶν εἰς θρήνους», τῶν νομικῶν ἀποστερούμενοι καὶ εἰς δουλείαν παντὶ ἔθνει παραδιδόμενοι, ἀνθ’ ὧν οὐκ ἐπίστευσαν τῷ θείῳ καὶ παραδόξῳ τοῦ Σταυροῦ κηρύγματι.