Οἱ δὲ πιστεύσαντες δι’ αὐτοῦ εἰς τὸν Χριστόν, βλέποντες ὅτι οἱ ἀσεβεῖς εἰδωλολάτραι θυσιάζουσι συνεχῶς εἰς τοὺς δαίμονας κατά τινα δαιμονικὴν αὐτῶν ἑορτήν, κατὰ τὴν ὁποίαν ἐποίουν καί τινα ἄσεμνα ἔργα, εἰς τὰ ὁποῖα χαίρουσιν οἱ δαίμονες, ταῦτα, λέγω, οἱ εὐσεβεῖς πολλάκις βλέποντες, καὶ ζήλῳ θείῳ κινηθέντες, ὥρμησαν ὁμοθυμαδὸν κατὰ τὴν ἡμέραν κατὰ τὴν ὁποίαν οἱ εἰδωλολάτραι ἐτέλουν τὰ συνήθη εἰς αὐτοὺς ἔργα, καὶ τὰ εἴδωλα τούτων συντρίψαντες, ἐδείκνυον εἰς αὐτοὺς τὰ συντρίμματα.
Τοῦτο τὸ γεγονός, τότε μὲν εἰς ἔκπληξιν καὶ ἀπορίαν ἔφερε τοὺς εἰδωλολάτρας, καὶ εἰς θρῆνον μᾶλλον ἢ εἰς ἐκδίκησιν κατὰ τὸ παρὸν ἐτράπησαν. Ὕστερον ὅμως, ἀπὸ ζῆλον δαιμονικὸν ἐμπλησθέντες, διέπραξαν οἱ ἄθλιοι τὴν ἐκδίκησιν. Φυλάξαντες οὗτοι μίαν ἡμέραν, κατὰ τὴν ὁποίαν ὁ τοῦ Χριστοῦ θεράπων Αὐτόνομος ἐλειτούργει εἰς τὸν Θεόν, καὶ λαβόντες ἕκαστος εἰς τὰς χεῖρας του ὅ,τι εὗρε πρόχειρον, ἄλλος μὲν ξύλον, ἕτερος δὲ σίδηρον, ἔδραμον ὅλοι ὁμοῦ αἰφνιδίως εἰς τὸν εἰς Σωρεοὺς Ἱερὸν Ναόν, καὶ ἀφοῦ ἐκτύπησαν ὅσους εὗρον ἐκεῖ, τελευταῖον ἐφόνευσαν καὶ τὸν Ἅγιον τοῦτον Αὐτόνομον κατενώπιον τῆς ἁγίας Τραπέζης, καὶ τὸ αἷμα αὐτοῦ ἐξέχεον ἐκεῖ ὥς ποτε τὸ τοῦ Προφήτου Ζαχαρίου καὶ τοῦ δικαίου Ἄβελ, τὸ ὁποῖον ὡς ἀδίκως χυθέν βοᾷ εἰσέτι ὁμοῦ μὲ ἐκείνους πρὸς τὸν Κύριον. Ὅθεν τὸ αἶμα αὐτὸ εἰς μὲν τοὺς ἀσεβεῖς καὶ φονεῖς δι’ αἰῶνος μαρτυρεῖ τὴν ἀσεβῆ αὐτῶν πρᾶξιν, καὶ τὸ αἰώνιον πῦρ τῆς κολάσεως, ὅπερ ἐκδικεῖται αὐτοὺς μὲ ἀτελεύτητον ὀδύνην· εἰς δὲ τὸν Ἅγιον ἐπροξένησε χαρὰν ἀτελεύτητον καὶ ζωὴν αἰώνιον.
Ἀλλὰ τὰ μὲν τοῦ Ἀρχιερέως καὶ κήρυκος τῆς εὐσεβείας Αὐτονόμου οὕτως ἐγένοντο· τὸ δὲ τίμιον αὐτοῦ λείψανον, γυνή τις Μαρία ὀνομαζομένη καὶ τοῦ διακονικοῦ χαρίσματος ἠξιωμένη, μετὰ καὶ ἄλλων θεοσεβῶν καὶ ἐναρέτων ἀνδρῶν λαβοῦσα, καὶ λαμπρῶς ἐπὶ θήκης τινὸς τοποθετήσασα καὶ ὁσίως κηδεύσασα παρέδωκεν εἰς τὴν ταφήν. Μετὰ παρέλευσιν δὲ πολλῶν ἐτῶν, ὅτε ὁ εὐσεβέστατος καὶ Ἅγιος βασιλεὺς Μέγας Κωνσταντῖνος θείᾳ δυνάμει τὰ ρωμαϊκὰ σκῆπτρα ἀνέλαβεν, τότε ἀνήρ τις Σεβηριανὸς ὀνόματι τὴν ἐξουσίαν τῆς πόλεως Ἀλεξανδρείας παραλαβών, καὶ πρὸς αὐτὴν μεταβαίνων, διῆλθε κυκλοειδῶς ὁδοιπορῶν διὰ τοῦ κόλπου τῆς Νικομηδείας, πλησίον τῆς ὁποίας κατέκειτο ἡ ἱερὰ θήκη ἡ ἔχουσα τὸ τοῦ Ἁγίου Αὐτονόμου τίμιον λείψανον. Ὡς δὲ ἔφθασεν ἐκεῖ ὁ Σεβηριανός, εὐθὺς ἐστάθησαν ἀκίνητοι πάντες οἱ ἵπποι καὶ ἡμίονοι αὐτοῦ ἀπὸ ἀόρατον θείαν δύναμιν, καὶ ἐγένοντο ἀκίνητοι ὡς λίθοι ἂν καὶ σφοδρῶς ἐμαστιγοῦντο.