Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι Πατέρες παραδεδώκασιν ἡμῖν τέσσαρα τινὰ ἑορτάζειν· τὸν ΙΕΡΟΝ ΝΙΠΤΗΡΑ, τὸν ΜΥΣΤΙΚΟΝ ΔΕΙΠΝΟΝ (δηλαδὴ τὴν παράδοσιν τῶν καθ’ ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ ΠΡΟΣΕΥΧΗΝ καὶ τὴν ΠΡΟΔΟΣΙΑΝ αὐτήν.

Νίψας λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς πόδας τῶν μαθητῶν καὶ ὕψωσιν παράδοξον διὰ ταπεινώσεως ὑποδείξας, λαβὼν τὰ ἱμάτια πάλιν καὶ ἀναπεσών, προτρέπει παρακαλῶν αὐτοὺς ὅπως ἀγαπῶσιν ἀλλήλους καὶ μὴ ἐπιζητοῦν τὸ πρωτεῖον. Ἐσθιόντων δὲ αὐτῶν εἰσάγει καὶ τὸ περὶ τῆς προδοσίας κεφάλαιον. Θορυβουμένων δὲ ἐπὶ τῷ λόγῳ τῶν Μαθητῶν, λέγει πρὸς τὸν Ἰωάννην μόνον ἠρέμα ὁ Ἰησοῦς· «Ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω» (Ἰωάν. ιγ’ 26). Ὡμίλησε δὲ οὕτως, διότι ἐὰν ὁ Πέτρος ἐγνώριζε τὴν ἀλήθειαν, ὡς θερμότερος τῶν ἄλλων ὑπάρχων, θὰ ἠδύνατο ἴσως καὶ νὰ χειροδικήσῃ κατὰ τοῦ Ἰούδα. Λέγει δὲ καὶ πάλιν· «Ὁ ἐμβάψας μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει» (Ματθ. κϛ’ 23). Ἀφοῦ δὲ ἀμφότερα ταῦτα ἐγένοντο, μετὰ μικρὰν σιωπὴν λαβὼν τὸν ἄρτον λέγει· «Λάβετε, φάγετε» (Ματθ. κϛ’ 26, Μάρκ. ιδ’ 22), καὶ τὸ ποτήριον ὁμοίως· «Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά Μου, τὸ τῆς Καινῆς Διαθήκης» (Ματθ. κϛ’ 27-28, Μάρκ. ιδ’ 24). «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν» (Λουκ. κβ’ 19). Ταῦτα δὲ ποιῶν ἤσθιε καὶ ἔπινε μετ’ αὐτῶν. Βλέπε δέ, ὅτι ἄρτον λέγει τὸ Σῶμα Αὐτοῦ καὶ οὐχὶ ἄζυμον. Αἰσχυνέσθωσαν λοιπὸν οἱ τὴν θυσίαν ἄζυμον προσφέροντες. Μετὰ τὴν γεῦσιν τοῦ ἄρτου, εἰσῆλθεν εἰς τὸν Ἰούδαν ὁ σατανᾶς, διότι καὶ πρότερον δοκιμάζων αὐτὸν ἤδη παντελῶς αὐτὸν ἐκυρίευσεν. Ἀναχωρήσας δὲ ἐκεῖθεν ἐπορεύθη πρὸς τοὺς ἀρχιερεῖς, μετὰ τῶν ὁποίων συνεφώνησεν, ἵνα παραδώσῃ εἰς αὐτοὺς τὸν Χριστὸν ἀντὶ τριάκοντα ἀργυρίων.

Ὁ δὲ Κύριος μαζὶ μὲ τοὺς μαθητὰς μετὰ τὸν δεῖπνον ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, εἴς τι χωρίον λεγόμενον Γεθσημανῆ. Ἐκεῖ δὲ λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· «Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα. Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι, ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με» (Μάρκ. ιδ’ 26-30). Εἶπε δὲ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, διότι κατὰ συνήθειαν ὁ ἀλέκτωρ οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τρὶς λαλεῖ, ὅπως καὶ ἐγένετο. Λύπη τότε ἄμετρος κατέλαβε τὸν Πέτρον διὰ τὸν λόγον τοῦτον τοῦ Κυρίου, δι’ οὗ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως ἐπισημαίνεται. Παρεχώρησε δὲ νὰ γίνῃ τοῦτο ὁ Κύριος, ἐπειδὴ τὴν οἰκουμένην εἰς αὐτὸν παρέδωσεν, ἵνα ἐξ ἑαυτοῦ τὸ τῆς ἀνθρωπίνης φύσεως εὐμετάβλητον γνωρίζων παρέχῃ συγγνώμῃν πρὸς τοὺς ἁμαρτάνοντας.