Λόγος Πανηγυρικὸς εἰς τὴν ΠΕΝΤΗΚΟΣΤΗΝ. Ἐκ τῆς αʹ ἐκδόσεως. Παρατίθεται ἐνταῦθα διασκευασμένος κατὰ τὴν φράσιν.

Πρώτη δρόσος καὶ οὐράνιος καὶ θεία, νὰ πιστεύητε εἰς μίαν θεότητα, εἰς μίαν οὐσίαν, εἰς μίαν θέλησιν, εἰς μίαν ἐνέργειαν, εἰς μίαν δύναμιν, εἰς μίαν ἀρχήν, εἰς μίαν ἐξουσίαν, εἰς μίαν κυριότητα, εἰς μίαν Βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην τε καὶ προσκυνουμένην ἐν μιᾷ προσκυνήσει. Εἰς ἕνα Πατέρα μου ἄναρχον, τὴν τῶν ἁπάντων ἀρχὴν καὶ αἰτίαν οὐχὶ ἔκ τινος γεννηθέντα, ἀναίτιον δὲ καὶ ἀγέννητον μόνον ὑπάρχοντα· πάντων μὲν ποιητήν, ἐμοῦ δὲ μόνου Πατέρα φύσει, τοῦ μονογενοῦς Υἱοῦ Αὐτοῦ καὶ Προβολέα τοῦ Ἁγίου Πνεύματος· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω» (Ἰωάν. ζ’ 37).

Δευτέρα χύσις τῶν σωτηρίων ὑδριῶν, ἤτοι δευτέρα δρόσος καὶ οὐράνιος καὶ θεία, νὰ πιστεύητε καὶ εἰς ἐμὲ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, τὸν ἐκ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, ὡς δι’ ἐμοῦ καὶ τὰ πάντα ἐγένετο· τὸ ἀπαύγασμα τῆς δόξης, τὸν χαρακτῆρα τῆς τοῦ Πατρός μου ὑποστάσεως, τὴν ζῶσαν Σοφίαν καὶ Δύναμιν, τὸν ἐνυπόστατον Λόγον, τὴν οὐσιώδη καὶ τελείαν καὶ ζῶσαν Εἰκόνα τοῦ ἀοράτου Θεοῦ, τὸν ἄναρχον κατὰ τὴν θεότητα τοῦ Πατρὸς καὶ τὸν χρονικὸν κατὰ τὴν ἀνθρωπότητα τῆς μητρός, τὸν μίαν ἔχοντα ὑπόστασιν ἐν δυσὶ φύσεσι καὶ ἐνεργείαις· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω» (αὐτόθι).

Τρίτη χύσις τῶν τεσσάρων ὑδριῶν ἤτοι δρόσος οὐράνιος καὶ θεία, νὰ πιστεύητε καὶ εἰς ἓν Πνεῦμα Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοούσιόν τε καὶ συναΐδιον· τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὴν τῆς σοφίας πηγὴν καὶ τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, τὸ ἄκτιστον, τὸ πλῆρες, τὸ δημιουργόν, τὸ παντοκρατορικόν, τὸ παντουργόν, τὸ παντοδύναμον, τὸ δεσπόζον πάσης τῆς κτίσεως, οὐ δεσποζόμενον· τὸ πληροῦν, οὐ πληρούμενον· τὸ θεοῦν, οὐ θεούμενον· τὸ ἁγιάζον, οὐχ ἁγιαζόμενον· τὸ παράκλητον, ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον· τὸ κατὰ πάντα ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ δι’ ἐμοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως. Ὁ Πατὴρ ἀγέννητος, ὁ Υἱὸς γεννητός, τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορευτόν· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω» (ἔνθ’ ἀνωτ.). Αὗται εἰσὶν αἱ τρεῖς δρόσοι αἱ οὐράνιοι, τῶν τριῶν ἐκχύσεων ἀπὸ τὰς ὑδρίας τῶν τεσσάρων Εὐαγγελιστῶν, μὲ τὰς ὁποίας ἐπότισεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰς καταφλογισμένας ἀπὸ τὴν ἀθεΐαν ψυχάς μας.