Σελίδα 4 από 4
Τὸ εἰς τὸν Τυφλὸν θαῦμα τοῦτο τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔχει καὶ συμβολικὴν ἔννοιαν. Καὶ τυφλὸς μὲν εἶναι ὁ ἐξ ἐθνῶν λαός, τὸν ὁποῖον παράγων ἤτοι ἐν τῇ γῇ διατρίβων καὶ οὐχὶ ἐν οὐρανῷ εὗρεν ὁ Χριστός. Ἔτι δὲ καὶ ὅτι ἐλθὼν ὁ Κύριος διὰ τὸν Ἑβραϊκὸν λαὸν διέβη παροδικῶς καὶ εἰς τὰ ἔθνη. Πτύσας δὲ χαμαί, καὶ πηλὸν ποιήσας, ἔχρισεν ἤτοι ἀναγωγικῶς ἐδίδαξεν αὐτοὺς πρῶτον· ὅτι ὡς σταγὼν κατῆλθεν ἐπὶ τῆς γῆς καὶ ἐσαρκώθη ἐκ τῆς Ἁγίας Παρθένου· εἶτα καὶ τὸ θεῖον Βάπτισμα παρέδωκε διὰ τοῦ «Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ» (Ἰωάν. θ’ 7). Μετὰ ταῦτα ὁ ἀναβλέψας τυφλὸς ἤτοι ὁ Χριστιανικὸς λαὸς ὑπὲρ Χριστοῦ πρὸς πάντας παρρησιάζεται καὶ διώκεται καὶ μαρτυρεῖ, ὕστερον δὲ παρ’ αὐτοῦ ἀνακηρύττεται καὶ δοξάζεται.
ΕΠΙΣΤΡΟΦΗ
Ὑποσημειώσεις
[1] Σιλωάμ, καθὼς ἑρμηνεύει ὁ Εὐαγγελιστὴς Ἰωάννης, σημαίνει ἀπεσταλμένος· ἐκαλεῖτο δὲ Σιλωὰμ πηγὴ περίφημος κειμένη πρὸς νότον τῶν Ἱεροσολύμων ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους Ὀφὴλ καὶ ἐπὶ τῆς εἰσόδου τῆς κοιλάδος τῶν Τυροποιῶν. Ταύτης τῆς πηγῆς τὰ ὕδατα εἰσέρρεον εἰς τὴν τοῦ Σιλωὰμ κολυμβήθραν ἤτοι δεξαμενήν, ἤτις εἶχε μῆκος μὲν 52 ποδῶν, πλάτος 18 καὶ βάθος 19. Τὰ ὕδατα ταῦτα παρεῖχον μεγίστην ὑπηρεσίαν εἰς τοὺς κατοίκους τῶν Ἱεροσολύμων, ἐποτίζοντο δὲ δι’ αὐτῶν οἱ πέριξ κῆποι, οἵτινες ἦσαν κατάφυτοι ἀπὸ παντὸς εἴδους καρποφόρα δένδρα. Εἰς τὴν πηγὴν ταύτην ἐπέμπετο κατ’ ἔτος καὶ κατὰ τὴν τελευταίαν μεγάλην ἡμέραν τῆς ἑορτῆς τῆς Σκηνοπηγίας εἷς λευΐτης καὶ ἐπλήρου διὰ τούτου τοῦ ὕδατος χρυσῆν ὑδρίαν ὑπὲρ τῆς ἑορτῆς. Διὰ τὸ ἔθος τοῦτο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς στὰς ἐν τῷ ἱερῷ ἔκραζε λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω» (Ἰωάν. ζʹ 37), περί οὗ εἴπομεν ἐν τῇ Τετάρτῃ τῆς Μεσοπεντηκοστῆς. Εἰς ταύτην λοιπὸν τὴν κολυμβήθραν ἔστειλε καὶ ὁ Κύριος ἡμῶν τὸν Τυφλὸν εἰπὼν πρὸς αὐτόν· «Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ», ὁ δὲ «ἀπῆλθε καὶ ἐνίψατο καὶ ἦλθε βλέπων» (Ἰωάν. θʹ 7).