ΕΓΚΩΜΙΟΝ εἰς τοὺς Ἁγίους Θεοπάτορας ΙΩΑΚΕΙΜ καὶ ΑΝΝΑΝ, Κοσμᾶ τοῦ Βεστίτορος.

τούτου τοῦ Ἀγγαίου θυγατέρα πρὸς γάμον ἠγάγετο Ἰωσὴφ ὁ τέκτων, ἐξ ἧς τέσσαρας ἔσχεν υἱοὺς καὶ θυγατέρας δύο, ὧν εἷς ἦν Ἰάκωβος ὁ ἐπικληθεὶς ἀδελφὸς τοῦ Κυρίου, ὁ καὶ πρῶτος Ἐπίσκοπος Ἱεροσολύμων· καὶ τὸ ὄνομα τῆς γυναικὸς τούτου Σαλώμη, οὐχ ἡ μαία ἀλλ’ ἑτέρα· μετὰ δὲ τὸν θάνατον ταύτης, μνηστεύεται ὁ Ἰωσὴφ τὴν θεοτόκον Μαρίαν, κατὰ τὸ μητρικὸν γένος καταγομένην ἀπὸ Ματθὰν τοῦ Ἱερέως, καὶ αὐτοῦ ἀπὸ Σολομῶντος τοῦ υἱοῦ Δαβὶδ καταγομένου, ὥς φησι τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον γενεαλογοῦν. Οὗτος γὰρ ὁ Ματθὰν τρεῖς ἔσχε θυγατέρας ἐκ Μαρίας τῆς γυναικὸς αὐτοῦ, ὧν τὰ ὀνόματα Μαρία, Σωβή, Ἄννα. Ἡ οὖν Μαρία γεννᾷ Σαλώμην τὴν μαῖαν· ἡ δὲ Σωβὴ γεννᾷ τὴν Ἐλισάβετ τὴν μητέρα τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἡ δὲ Ἄννα, γεννᾷ τὴν Θεοτόκον Μαρίαν ἐν Βηθλεέμ, τὴν κατὰ τὸ ὄνομα τῆς μάμμης καὶ θείας ἐπικληθεῖσαν Μαρίαν. Ὡς εἶναι τὴν Ἐλισάβετ ἀνεψιὰν μὲν τῆς Ἄννης, ἐξαδέλφην δὲ τῆς Θεοτόκου, κυροῦντος ἀμφότερα τοῦ Εὐαγγελίου, διὰ μὲν τὸ πατρῷον γένος καὶ σαρκικὸν τοῦ Χριστοῦ «ἦν, φησιν, ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὤν, ὡς ἐνομίζετο, υἱὸς τοῦ Ἰωσήφ, τοῦ Ἠλί, τοῦ Ματθάν»· διὰ δὲ τὸ μητρῷον «Ἰδού, φησιν, Ἐλισάβετ ἡ συγγενής σου». Ὧν ἕνεκα, δόξα τῇ συγκαταβάσει τοῦ Θεοῦ ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν [1].

               

ΕΠΙΣΤΡΟΦΗ


Ὑποσημειώσεις

[1] Βλέπε καὶ κατὰ τὴν κυρίως μνήμην αὐτῶν εἰς τὴν κεʹ (25ην) Ἰουλίου ἐν τόμῳ Ζʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».