Καθάπερ γεωργὸς ἅμα τῇ ᾳὐτοῦ γυναικὶ χώραν καλλιεργήσαντες χέρσον, τὸν σπόρον καταβαλλόμενοι, τῆς εὐφορίας τῶν καρπῶν ἐπιτυχεῖν δι’ εὐχῆς ἐκδέχονται. Οὐχ ὡς ἡ Εὔα ζήσασα τῷ Ἀδάμ, ἀλλ’ ὡς συνεργὸς εὐχρηστίας· καὶ συμπονοῦσα μετ’ αὐτοῦ ἐπὶ ταῖς ψυχικαῖς ἐργασίαις, καὶ ὡς ἀληθῶς μερὶς ἀγαθὴ τελεσφορήσασα τὴν κοίτην τῷ ἀνδρί. Ἡ μὲν γὰρ Εὔα διὰ καρπὸν φυτοῦ, τῷ κόσμῳ λύπης ἐγένετο πρόξενος· ἡ δὲ τοῦ Ἰωακεὶμ Ἄννα διὰ καρπὸν κοιλίας, τῷ κόσμῳ τὴν χαρὰν ἐμνηστεύσατο. Πᾶσι μέντοι γνωστὸν ὡς ἐν τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν ἡ Θεοτόκος εὐηγγελίσθη Μαρία, ἐν τῷ οἴκῳ τοῦ τέκτονος Ἰωσὴφ τοῦ καὶ χρηματίσαντος μνήστορος αὐτῆς· εὔδηλον δὲ πάλιν ὡς ἐν Βηθλεὲμ γεγέννηκε τὸν Χριστόν, ὅτι καὶ πατρὶς αὕτη ἡ πόλις ἐτύγχανεν ὡς ἀπὸ μητρός, καθὰ παρακατιὼν ὁ λόγος παραστήσει. Ὁ γὰρ πατρικὸς αὐτῆς οἶκος, ὁ τὴν προβατικὴν περικλείων ἐν Ἱερουσαλὴμ ὑπῆρχεν, ὡς ὁ λόγος, κολυμβήθραν, ἐν ᾗ τὸν ἐν ὀκτὼ καὶ τριάκοντα χρόνοις κατακείμενον παράλυτον ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἐθεράπευσεν ἐξεγείρας, ὡς ἐξ ἐκείνου μέλλων συμβολικῶς τοῦ οἴκου ἐκπορεύεσθαι ποιμὴν τῶν λογικῶν προβάτων· εἶτα καὶ διὰ τῆς ἐκεῖσε τοῦ ὕδατος κολυμβήθρας, τοῦ θείου προτυπουμένου Βαπτίσματος καὶ χρίσματος.
Καὶ γὰρ τῆς χρονίας πλάνης ἡ νόσος, τὰς τῶν ἀνθρώπων ὡς ἐν τάξει μελῶν παραλύσασα ψυχάς, τῇ καθάρσει τοῦ πνεύματος δι’ ὕδατος ἐφυγαδεύθη. Ὥσπερ καὶ ἐν προσώπῳ τῆς Βηθλεὲμ ὁ ἄρτος ἐφυράθη ὁ νοητὸς τῆς ζωῆς, ἔνθα καὶ ὁ Χριστὸς ἀγγελοφανῶς ὑπεδείχθη τῷ Ἀβραάμ, ὁ καὶ τῷ Ἰακὼβ συμπαλαίσας Ἀγγέλου μορφῇ. Αὐτὸς γάρ ἐστιν ὁ ἐλθὼν εὐαγγελίσασθαι τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· αὐτός ἐστι τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης· αὐτός ἐστιν ὁ διαγγέλλων τὸ πρόσταγμα τοῦ Θεοῦ καὶ Πατρός· αὐτὸς ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος ᾧτινι ὁ Πατὴρ σύμβουλος γεγονώς, εἰρήκει «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν». Οὗτός ἐστι καὶ τῆς ἀληθινῆς ζωῆς ὁ ἄρτος ὁ τῷ Βηθλεὲμ ὀνόματι προκυρωθείς· Βηθλεὲμ γὰρ οἶκος ἄρτου ἑρμηνεύεται. Ὁ ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ ἐγκρυφίως πεμφθείς, ἤγουν ἐν μυστηρίῳ Παρθένου καὶ Θεοτόκου Μαρίας.
Πρόσφορον οὖν εἰπεῖν διὰ ταῦτα: Ηὐλόγησε Κύριος τὸν οἶκον Δαβὶδ τοῦ Βασιλέως, διὰ τὴν ἐκ σπέρματος αὐτοῦ φανεῖσαν Παρθένον. Ηὐλόγησε τὸν οἶκον Ἰωακεὶμ καὶ Ἄννης τῶν δικαίων, διὰ τὴν τούτων ἡγιασμένην θυγατέρα.