EΧΘΕΣ τῆς Θεοτόκου γενεθλιακὴ πανήγυρις, τὴν τῆς παγκοσμίου χαρᾶς ἡμῖν ἑορτὴν εὐφήμοις δεδοξολόγηκεν ὑμνῳδίαις· ἡ δὲ σήμερον ἡμέρα, τὴν εὐχαριστίαν τοῖς γεννήτορσι προσφέρει τῆς Θεομήτορος, ὧν ἡ ἀφορμή, ἀπαρχή τῆς ἁπάντων γέγονε σωτηρίας. Τοίνυν τῆς θυγατρός ἐστιν ἡ τῶν γονέων πανήγυρις· ὥσπερ γὰρ ἐπὶ δόξῃ μητρὸς συνδοξάζεται τέκνον, οὕτω καὶ ἐπὶ ὑμνῳδίᾳ τέκνου, συμμεγαλύνεται μήτηρ· καὶ ἡ σήμερον εὐφροσύνη, μνήμη ἐστὶ Δικαίων μετ’ ἐγκωμίων.
Ἐγένετο ἐν τοῖς παλαιοῖς καιροῖς ἀνὴρ δίκαιος ἐκ φυλῆς Ἰούδα, ᾧ ὄνομα Ἰωακείμ· ἀνὴρ ἔνδοξος ἐν ὁσιότητι καὶ εὐλαβείᾳ· ἀνὴρ ἐπίσημος ἐν εὐγενείᾳ καὶ πλούτῳ· ἀνὴρ φιλότιμος ἐν προσαγωγαῖς θυσιῶν· ἀνὴρ ἐν πᾶσιν εὐάρεστος τῷ Θεῷ· ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, ὅτι περ ἄτεκνος ὢν καὶ ἐπιθυμίᾳ ἐπὶ τέκνῳ συνεχόμενος, τὴν τοῦ παναγίου Πνεύματος γεγένηκε Νύμφην· ἀνὴρ ὡς ἀληθῶς ἐπιτυγχάνων, ὅτι εἰσήκουσεν ὁ Θεὸς τῶν εὐχῶν αὐτοῦ δωρησάμενος τούτῳ τὴν ὑπὲρ πάντα τὰ ποιήματα τῶν οὐρανίων καὶ ἐπιγείων ὑψηλοτέραν ἀξίως θυγατέρα. Τῷδε ἦν γυνὴ θεοσεβής, ὄνομα αὐτῇ Ἄννα, ἐκ τῆς βασιλικῆς φυλῆς τοῦ Ἰούδα, ἤτοι τοῦ Δαβίδ, καταγομένη· γυνή, παντὸς ἀπεχομένη κακοῦ· γυνή, πιστῶς τὰ πρὸς τὸν Θεὸν συνοικοῦσα τῷ ἀνδρί· γυνή, προσφοραῖς καὶ προσευχαῖς μεγαλοδώροις σὺν τῷ ἰδίῳ ἀνδρὶ τῷ Ναῷ τοῦ Θεοῦ προσκαρτεροῦσα· γυνή, ἐν ὁμονοίᾳ ψυχῆς καὶ σωφροσύνη σώματος τὸ μονότροπον ἀεὶ τῆς γνώμης μετὰ τοῦ ἀνδρὸς κτησαμένη· κατὰ γὰρ τὴν πλάσιν τοῦ συζευχθέντος αὐτῇ παρὰ Θεοῦ, τὸ ὀστοῦν διέσωσεν ἀσυντρίπτως τοῦ ἀνδρός, διὰ τὸ φιλόθεον, τὸ φίλανδρον αὐτῷ φυλάξασα τῆς ξυνωρίδος. Οὐ γὰρ βλαπτικῶς ὡς ἡ Εὔα μετεποιήθη, ἀλλὰ βοηθὸς τῷ ἀνδρὶ συνηρμόσθη ἐπί τε τοῖς τῶν ἀρετῶν πολιτεύμασιν, ἐπί τε ταῖς πρὸς Θεὸν ἱκεσίαις· ἴσως γὰρ ἄμφω περὶ τὴν δέησιν τῆς τοῦ τέκνου ἐπιθυμίας συνέκαμνον.