Ηὐλόγησε τὸν οἶκον Ἰωσήφ, διὰ τὴν μυστικῶς αὐτῷ παραδοθεῖσαν Νύμφην, τὴν ὄντως ἁγνὴν καὶ ἀεὶ Παρθένον τοῦ Χριστοῦ Μητέρα, τὴν Θεοτόκον Μαρίαν. Ὅθεν ἐπὶ τούτοις μακάριοι ἀληθῶς τῆς Θεομήτορος οἱ γεννήτορες, οἷς ὁ κόσμος ἀξίαν ἔχει τὴν ὀφειλήν· οἱ μὲν γὰρ Προφῆται, ὅτι περ δι’ αὐτῶν ἀψευδῶς ἐχρηματίσθησαν περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ· οἱ Ἀπόστολοι, ὅτι διὰ τῆς αὐτῶν θυγατρὸς υἱοὶ φωτὸς ἐγεννήθησαν· οἱ Ἅγιοι, ὅτι μαρτυρικῶς ἐστεφανώθησαν· οἱ Ὅσιοι καὶ Δίκαιοι, ὡς τῶν μελλόντων ἀγαθῶν κληρονόμοι οἱ ἁμαρτωλοί, ὡς ταῖς πρεσβείαις ἐλεούμενοι τῆς ἀειπαρθένου καὶ Θεοτόκου οἷς καὶ βοῶμεν εὐχαρίστως.
Χαῖρε πάνσεπτε Πάτερ, τῆς μετὰ Θεὸν ἐλπίδος ἡμῶν Ἰωακείμ· χάρις τῇ ὀσφύϊ σου. Χαῖρε Μῆτερ πάντιμε, τῆς μητρὸς τῆς ζωῆς ἡμῶν Ἄννα· δόξα τῇ νηδύϊ σου. Χαίροις Πάτερ, τοῦ πολυσπόρου γεννήματος γεωργέ· Χαίροις Μῆτερ τῆς σωτηρίας ἡμῶν. Χαῖρε Πάτερ, τοῦ οὐρανίου βότρυος ὑπηρέτα· Χαῖρε Μῆτερ, τῆς ἀγαθῆς γῆς ἑκατονταπλασίων ἄρουρα. Χαῖρε Πάτερ, τοῦ ἐμψύχου παραδείσου γεωργέ· Χαῖρε Μῆτερ, τοῦ ἀκλινοῦς κλάδου δένδρον, Χαῖρε Πάτερ, τοῦ ἀσπίλου μαργαρίτου φύλαξ· Χαῖρε Μῆτερ, τοῦ καθαροῦ σμαράγδου πέτρα. Χαῖρε Πάτερ, τῆς ζωηρρύτου πηγῆς φλέψ· Χαῖρε Μῆτερ, τῆς τεκνογόνου δίψης ὑδρία. Πληροῦται τὸ στόμα ἡμῶν τοῦ ὑμνῆσαι τῆς ἁγιωσύνης ὑμῶν τὰ ἐξαίρετα. Ἀλλ’ οὔκ ἐσμεν ἱκανοὶ τὴν θεόζευκτον ὑμῶν ὑμνῆσαι δυάδα, εἰ μή γε κατὰ τὴν φωνὴν τοῦ ἐγγόνου ὑμῶν κατὰ σάρκα Χριστοῦ ἀμφοτέρους μακαρίσαι καὶ εἰπεῖν· «Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς»· ὑμεῖς γάρ ἐστε οἱ διὰ τὴν ἀτεκνίαν ὀνειδισθέντες ἅγιοι καὶ ρημάτων ἀκούσαντες πονηρῶν, ἀλλ᾽ εὐφρανθέντες μετ’ ὀλίγον ἐπὶ τεκνογονίᾳ· καὶ ἀρκεῖ ὑμῖν πρὸς ἔπαινον Μητέρα Θεοῦ γεγενηκέναι.
Ἀληθῶς γὰρ ὡς ἄξιοι προωρίσθησαν οἱ Δίκαιοι τῆς Θεοτόκου γεννήτορες καὶ συγγενεῖς γενέσθαι κατὰ σάρκα Χριστῷ καὶ ὡς ἐκ γένους ἐπισήμου βασιλικοῦ, λέγω, καὶ ἱερατικοῦ τιμηθῆναι· ἐξ ἀμφοῖν γὰρ ἡ Θεοτόκος σεμνολογεῖται, ἐπιμίκτων τῶν δύο φυλῶν ἀπ’ ἀρχῆς κατὰ διαφόρους τρόπους γεγενημένων. Ἔνθεν λοιπὸν καὶ ἐπὶ τῶν τῆς Θεοτόκου γονέων οὕτω: Ζαχαρίας ὁ πατὴρ Ἰωάννου ἀδελφὸν ἔσχε συνιερέα καλούμενον Ἀγγαῖον πρὸ αὐτοῦ τετελευτηκότα·