Συνεχίζων περαιτέρω ὁ αὐτός, ὡς ἑξῆς περιγράφει καὶ τὸ ὁσιακὸν τέλος τοῦ Ὁσίου Θεοφάνη: Ἐπὶ ἔτους ͵ζνβ (7052), (ἤτοι 7052-5508=1544) ἐν μηνὶ Μαΐῳ τῇ αὐτοῦ ιζ’ Σαββάτου λαχούσης τῆς ἡμέρας, ὥρᾳ δε ἐνάτῃ, ἐτελειώθη ὁ πάνσεπτος καὶ περικαλλὴς Ναὸς (τῶν Ἁγίων Πάντων) σὺν τῷ Νάρθηκι ἐπάνω τῆς ἱερᾶς Πέτρας τοῦ Βαρλαάμ, διὰ συνδρομῆς κόπων τε καὶ ἐξόδων τῶν Πανοσιωτάτων καὶ αἰδεσιμωτάτων Πατέρων τῶν καὶ αὐταδέλφων κὺρ Νεκταρίου καὶ κὺρ Θεοφάνους, τῶν μακαρίων ἀνδρῶν· ἐν ᾧ δὲ καιρῷ ἠσθένησεν ὡσεὶ μῆνας δέκα ὁ μακάριος Θεοφάνης, καὶ τοσοῦτον δοκιμασθεὶς ὑπὸ τῆς πολλῆς ἀσθενείας, ἔτι σχεδὸν ἐγγὺς ἕως τῶν πυλῶν τοῦ θανάτου· ἀπὸ δὲ τοῦ πόθου, οὗπερ εἶχε πρὸς τὸν Ναόν, ἐγερθεὶς προθύμως καὶ περιχαρής, οἷα καὶ ἦν ἀσθενής, στηριζόμενος ὑπὸ τῆς ράβδου αὐτοῦ, ἔνδον εἰσελθὼν καὶ ἰδὼν τὴν τελείωσιν τοῦ Ἱεροῦ Ναοῦ, καὶ ὑψώσας τὰς χεῖρας εἰς τὸν Οὐρανὸν καὶ τὸ δόξα σοι ὁ Θεὸς ἐπειπών, τοὺς Ἁγίους Πάντας ηὐχαρίστησεν ἐκ πόθου. Οὕτω γὰρ τῷ Ναῷ τῷ καινῷ οὗτος προσηγορεύσατο. Ὁμοίως οὖν εὐχόμενος καὶ εὐλογῶν, καὶ πάντας τοὺς ἀδελφοὺς λατόμους καὶ οἰκοδόμους, κτίστας τε καὶ λεπτουργοὺς ἐπίσης ἐδεξιώσατο καὶ ὑπερευχήσατο ἡ ἡγιασμένη ψυχή· εἶτα πάλιν ἐστράφη τοῖς ἰδίοις ποσὶ πορευόμενος ἐν τῷ κελλίῳ αὐτοῦ, καὶ σχηματισάμενος ἑαυτὸν τῷ τύπῳ τοῦ Τιμίου Σταυροῦ, κατέθετο τὸ ἱερὸν Σκῆνος ἐπὶ τὴν στρωμνὴν αὐτοῦ, ὁρῶν πρὸς ἀνατολὰς καὶ τοὺς τιμίους αὐτοῦ πόδας ἐκτείνας, ἤρξατο ψυχορραγεῖν· ὥρα δ’ ἦν ὡσεὶ δεκάτη, γλυκεῖ τῷ ὄμματι καὶ ἱλαρῷ βλέπων ἡμᾶς καὶ εὐμενῶς· οἱ δὲ συμπαρεστῶτες ἀδελφοὶ καὶ Πατέρες ἅπαντες θρήνοις καὶ ὀδυρμοῖς συνεκόπτοντο, ἐκ σπλάχνων κλαίων ὁ ἀδελφὸς τὸν ἀδελφὸν καὶ οἱ φοιτηταὶ τὸν Διδάσκαλον καὶ οἱ μονάζοντες τὸν μυσταγωγὸν καὶ ψάλλοντες ἐπάνω αὐτοῦ κατανυκτικὸν Κανόνα καί, ὤ τοῦ θαύματος! ἐν τῷ ψάλλειν ἀστὴρ διαυγέστατος καὶ λαμπρὸς ἐπάνω τοῦ οἰκήματος κατέλαμψε, παμφαῶς γὰρ κατέλαμπε. Καὶ μετὰ τὴν ἡλίου δύσιν, ἅμα καὶ οὗτος ὁ ἥλιος ἐξεδήμει τῆς μοναδικῆς πολιτείας καὶ καταστάσεως καὶ εἰσῆλθεν ἡ ἁγία αὐτοῦ ψυχὴ ἐν ἀνακτόροις οὐρανίοις καὶ ὑψηλοῖς, ἔνθα ὁ τῶν ἑορταζόντων Ὁσίων ἦχος ὁ ἀκατάληκτος τότε καὶ ὁ ἀστὴρ ἀπέβη ἐν τῷ ἅμα».
Τοὺς Ὁσίους τούτους Πατέρας τιμῶσα ἡ Μήτηρ ἡμῶν Ἁγία Ἐκκλησία ὥρισε κατὰ τὴν σήμερον τὴν ἐτησίαν μνήμην αὐτῶν, ὅτε καὶ ὁ Ὅσιος Θεοφάνης ἐκοιμήθη, πρῶτος οὗτος ἐκ τῶν αὐταδέλφων Ὁσίων ἀπελθὼν εἰς τὰ οὐράνια σκηνώματα, ὧν ταῖς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν.