Ταῦτα δὲ εὐξάμενος, ἤκουσε φωνὴν ταῦτα λέγουσαν· «Εἰσηκούσθη ἡ δέησίς σου, Προκόπιε, καὶ θέλουν πληρωθῆ ὅσα ἐζήτησες. Ἐλθὲ τοίνυν, ἵνα λάβῃς τὸν ἡτοιμασμένον σοι στέφανον, ὡς κληρονόμος τῆς οὐρανίου μακαριότητος». Ταῦτα ἀκούσας ὁ Ἅγιος Μάρτυς ἔκλινε τὸν αὐγένα προθύμως καὶ ἔκοψαν τὴν ἁγίαν αὐτοῦ κεφαλήν, κατὰ τὰς η’ (8) τοῦ μηνὸς Ἰουλίου.
Καὶ ἡ μὲν μακαρία αὐτοῦ ψυχὴ ἀνῆλθεν εἰς τὰ οὐράνια τὸ δὲ τίμιον αὐτοῦ λείψανον παρέλαβον διὰ νυκτὸς φιλόχριστοί τινες καὶ ἀλείψαντες εὐλαβῶς διὰ μύρων καὶ ἀρωμάτων, τὸ παντὸς ἀρώματος εὐωδέστερον, ἀπέθεσαν εἰς τόπον ἐπιτήδειον, εἰς δόξαν Πατρός, Υἱοῦ καὶ Ἁγίου Πνεύματος, τῆς Μιᾶς καὶ ἀληθοῦς Θεότητος, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις. Ἀμήν.