Τῇ αὐτῇ ἡμέρᾳ Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ καὶ Εὐρώπῃ, Βορρᾷ τε καὶ Νότῳ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ἑορτὴν ἑορτάζομεν.

Ταύτην λοιπὸν ἐπιτελοῦντες σήμερον τιμῶμεν εὐλαβῶς καὶ μακαρίζομεν πάντας, Δικαίους, Προφήτας, Ἀποστόλους, Μάρτυρας, Ὁμολογητάς, Ποιμένας, Διδασκάλους, Ὁσίους, ἄνδρας καὶ γυναῖκας ὁμοῦ, γνωστοὺς καὶ ἀγνώστους, τοὺς προστεθέντας καὶ προστιθεμένους, ὅσοι ἀπὸ Ἀδὰμ ἕως τοῦ νῦν ἐτελειώθησαν ἐν εὐσεβείᾳ καὶ διὰ τῶν καλῶν ἔργων ἐδόξασαν τὸν Θεόν. Τούτους πάντας καὶ αὐτὰ προσέτι τῶν Ἀγγέλων τὰ τάγματα, πρὸ πάντων δὲ καὶ μετὰ πάντων τὴν Ὑπεραγίαν Δέσποιναν καὶ Κυρίαν ἡμῶν Θεοτόκον, Μαρίαν τὴν Ἀειπάρθενον, τιμῶμεν σήμερον διὰ τῆς παρούσης ἑορτῆς, προτιθέμενοι τὸν βίον αὐτῶν ἀρετῆς παράδειγμα καὶ παρακαλοῦντες αὐτούς, ἵνα πρεσβεύωσιν ὑπὲρ ἡμῶν πρὸς τὸν Θεόν. Οὗ ἡ Χάρις καὶ τὸ ἄπειρον ἔλεος εἴη μετὰ πάντων ἡμῶν. Ἀμήν.

              

ΕΠΙΣΤΡΟΦΗ