Τῇ αὐτῇ ἡμέρᾳ, Τετάρτῃ τῆς Ϛ’ Ἑβδομάδος ἀπὸ τοῦ Πάσχα, τουτέστι ἀπὸ τῆς ἡμέρας τῆς Λαμπροφόρου Ἀναστάσεως, συμψάλλεται καὶ ἡ Ἀκολουθία τῆς εὑρέσεως τῆς Ἱερᾶς καὶ Θεομητορικῆς Ἁγίας Εἰκόνος τῆς Ὑπαπαντῆς καλουμένης, τῆς οὔσης ἐν Καλάμαις τῆς Πελοποννήσου.

Βλέποντες οἱ Καλάμιοι τὴν μάστιγα τῆς ἀσθενείας ἀνηλεῶς αὐτοὺς καταμαστίζουσαν καὶ τὸ πικρὸν τοῦ θανάτου δρέπανον ἀσπλάγχνως θερίζον πᾶσαν ἡλικίαν, ἐζήτουν ἅπαντες ἐπιμόνως, ἵνα γίνῃ λιτανεία διὰ τῆς ἁγίας ταύτης Εἰκόνος καὶ κοινὴ παράκλησις παρὰ τῶν πολιτῶν, ὅπως τῇ πρὸς Θεὸν αὐτῆς πρεσβείᾳ παύσῃ ἡ δεινὴ ἐκείνη ἀσθένεια καὶ ὁ πικρὸς θάνατος. Ταῦτα βλέποντες οἱ ἄρχοντες τῆς πόλεως προσέταξαν τριήμερον νηστείαν, μετὰ δὲ ταύτην γενομένης παρακλήσεως καὶ λιτανείας, ὢ τῶν θαυμασίων σου, Δέσποινα ἁγνή! ἠφανίσθη ἔκτοτε ἡ νόσος πρὸς δόξαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς Ὑπερευλογημένης ἐνδόξου Αὐτοῦ Μητρὸς καὶ Δεσποίνης ἡμῶν Ὑπεραγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, Ἧς ταῖς ἁγίαις πρεσβείαις λυτρωθείημεν καὶ ἡμεῖς πάσης σωματικῆς καὶ ψυχικῆς ἀσθενείας καὶ ἀξιωθείημεν τῆς Βασιλείας τῶν οὐρανῶν. Ἀμήν. Γένοιτο.

           

ΕΠΙΣΤΡΟΦΗ