Λόγος Δεύτερος. Ἐκ τῆς Ἀποστολικῆς Σαγήνης.

Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, ἔκλαμπρε τοῦ κόσμου ἀστήρ, καὶ λαμπροφανέστατε τῆς οἰκουμένης φωστήρ.

Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, Ἠλία τῆς πρώτης τοῦ Χριστοῦ παρουσίας ζηλωτὰ ἐνθεώτατε, καὶ τῶν τελωνῶν καὶ στρατιωτῶν διορθωτὰ συνετώτατε καὶ σοφώτατε.

Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τοῦ Βασιλέως τῆς δόξης ἔνδοξε προμηνυτὰ καὶ τοῦ Θεοῦ Σωτῆρος ὑπέρτιμε Βαπτιστά.

Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τοῖς ἐν τῷ ᾍδη εὐκταιότατε εὐαγγελιστά, καὶ τῆς Παναγίας Τριάδος μακαριώτατε παραστάτα καὶ θεατά.

Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, θεοδόξαστε χοροστάτα τῆς ἀΰλου ταξιαρχίας καὶ πρῶτε κληρονόμε τῆς οὐρανίου Βασιλείας.

Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τοῦ ἐκ τῶν δύο ΟΟ συντεθειμένου Ω, Ι πανεκλαμπρότατον, καὶ τοῦ Α.Ν. τοῦ δευτέρου Ν, εἰς τὸ ΗΣ προμηνυτικώτατον.

Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, ἀηδὼν γλυκύλαλε, χελιδὼν εὔλαλε, καὶ τρυγὼν φιλέρημε.

Χαίρετε καὶ ὑμεῖς τῆς ἱερᾶς καὶ σεβασμίας ταύτης Μονῆς Πατέρες σεβάσμιοι, ὅπου μὲ παρεκινήσατε νὰ πανηγυρίσω καὶ ἐγὼ ὁ ἀνάξιος σήμερον. Ὁ Τίμιος λοιπὸν Πρόδρομος (τὸν ὁποῖον μετὰ προθυμίας δουλεύετε), νὰ διαλύῃ τὰς καθ’ ἡμῶν τοῦ πονηροῦ δαίμονος ποικιλοειδεῖς μηχανάς, ἐνισχύων καὶ ἐνδυναμώνων ὑμᾶς εἰς τοὺς ἀθλητικοὺς πόνους τῆς ἀρετῆς, καὶ ἀναβιβάζων ὑμᾶς ἐκ δυνάμεως εἰς δύναμιν.

Χαίρετε καὶ ὑμεῖς ἅπαντες, (ὦ εὐσεβέστατον ἄθροισμα) ὅσοι τε τῶν ἀρχόντων καὶ ὅσοι τῶν ἀρχομένων διὰ τὴν εἰς τὸν Τίμιον Πρόδρομον εὐλάβειαν καὶ τιμὴν συνηθροίσθητε σήμερον, ὁ ὁποῖος εἶναι ἡ βοήθειά σας, ἐλευθερώνων σας, ὁμοῦ μὲ τοὺς ἐν τῇ νήσῳ ταύτῃ κατοικοῦντας ἐπιλοίπους Χριστιανούς, ἐκ πάσης ἀπειλουμένης θεόθεν περιστάσεώς τε καὶ συμφορᾶς μὲ τὰς καθημερινὰς καὶ ἀκοιμήτους πρὸς Κύριον πρεσβείας καὶ ἱκεσίας του· γένοιτο, γένοιτο.

                                                                                                       

ΕΠΙΣΤΡΟΦΗ