οὗτος εἶναι ὁ χοροστάτης τῆς ἀΰλου ταξιαρχίας, καὶ ὁ ἔχων τὰ δευτερεῖα τῆς Θεοτόκου Μαρίας· οὗτος εἶναι ὁ ἀγγελόπτερος ἀετός, καὶ ὁ πάνσεπτος τοῦ Ζαχαρίου βλαστός· οὗτος εἶναι ἡ γλυκύλαλος ἀηδών, ἡ εὔλαλος χελιδών, καὶ ἡ φιλέρημος τρυγών· οὗτος εἶναι ὁ καλλωπισμὸς τῆς μοναδικῆς πολιτείας, καὶ ὁ λευκομυρίπνοος κρίνος τῆς ἐρημίας· οὗτος εἶναι τῶν Ἀσκητῶν ἡ παραμυθία, καὶ τῶν Μοναστῶν ἡ παρηγορία· καὶ μὲ ἕνα λόγον, οὗτος εἶναι, μετὰ τὴν Θεοτόκον τὴν Ὑπεραγίαν, τῆς οἰκουμένης ὅλης ἡ κραταιὰ προστασίᾳ καὶ πρὸς Θεὸν ἀκαταίσχυντος μεσιτεία.
Χαῖρε λοιπόν, Προφῆτα καὶ Πρόδρομε, τοῦ Παναγίου Πνεύματος ἱερὸν καὶ ἁγιώτατον δοχεῖον καὶ τῆς Τρισηλίου Θεότητος ἄμωμον καὶ πανάσπιλον ἱερεῖον.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τὸ στήριγμα τῆς εὐσεβείας καὶ τὸ καύχημα τῆς μοναδικῆς πολιτείας.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, στειρευούσης σεβασμιώτατον βλάστημα, καὶ πανόλβιον οἰκουμένης ἁπάσης ἀγλάϊσμα.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τὸ κλέος τῆς παρθενίας καὶ τὸ σεμνολόγημα τῆς ὀρθοδοξίας.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τῶν Προφητῶν ἀγλαοπυρσόμορφον ἄγαλμα, καὶ ἀργυροχρυσόπλοκον τῶν Μαρτύρων διάδημα.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τῆς ἀσκητικῆς ζωῆς ἀδιάσειστον ἔρεισμα, καὶ τῆς ἐνθέου διαγωγῆς το ὡράϊσμα.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τῆς Παλαιᾶς τε καὶ Νέας Διαθήκης ἐνδοξότατε μεσῖτα, καὶ τῶν ἁμαρτωλῶν ἀκατάπαυστε πρὸς Θεὸν ἱκέτα.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, ἐπίγειε Ἄγγελε καὶ οὐράνιε ἄνθρωπε.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, τοῦ Χριστοῦ πολύφωτε λύχνε καὶ ἄσβεστε, καὶ ἁπάντων Ἁγίων ὑπέρτερε ἅγιε.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, στῦλε τῆς Ἐκκλησίας ἑδραιότατε, καὶ φίλε γνήσιε τοῦ Χριστοῦ προσφιλέστατε.
Χαῖρε, Προφῆτα καὶ Πρόδρομε, ὄρθρε φαεινότατε, καὶ ἑωσφόρε λαμπρότατε.