Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου ΓΕΡΟΝΤΙΟΥ τοῦ συστήσαντος τὴν Σκήτην τῆς Ἁγίας Ἄννης, ὃς διὰ προσευχῆς πρὸ τὴν Ὑπεραγίαν Θεοτόκον ἐξήγαγε τὸ ἐπάνωθεν αὐτῆς ἀναβλύσαν καὶ μέχριν τοῦ νῦν σῳζόμενον ἁγίασμα.

Ἀλλ’ ὦ τῶν θαυμασίων τῆς Παντανάσσης Ὑπεραμώμου Μητροπαρθένου Θεοτόκου! πλέον τῶν τριῶν σπιθαμῶν οὔτε αὐξάνει, οὔτε ἐλαττοῦται, ἀλλὰ διαμένει πάντοτε εἰς τὴν αὐτὴν ποσότητα· ἐὰν δὲ κατὰ ἀναγκαιοτάτην χρῆσιν ἐξαντληθῇ ὅλον πάλιν ἀποκαθίσταται εἰς τὸ ἴδιον μέτρον. Καὶ ταῦτα μὲν περὶ τοῦ διὰ προσευχῆς τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεροντίου πρὸς τὴν Ὑπερένδοξον Δέσποιναν καὶ Κυρίαν ἡμῶν Θεοτόκον Μαρίαν ἀναβλύσαντος ὕδατος· ὁ δὲ Ὅσιος Γερόντιος εἰς βαθὺ γῆρας γενόμενος πρὸς Κύριον ἐξεδήμησεν.

                                                                                                                              

ΕΠΙΣΤΡΟΦΗ


Ὑποσημειώσεις

[1] Ἐν τῇ ἱερᾷ ταύτῃ Σκήτῃ τῆς Ἁγίας Θεοπρομήτορος Ἄννης ἐξήνθησαν ὡς ρόδα εὔοσμα δεκατρεῖς Ἅγιοι, ἐξ ὧν οἱ τέσσαρες διὰ τοῦ ἀσκητικοῦ αὐτῶν βίου τὸν Κύριον εὐηρέστησαν, οἱ δὲ ἐννέα διὰ τοῦ μαρτυρικοῦ θανάτου τὸν Κύριον ἐδόξασαν. Καὶ πρῶτος μὲν εἶναι ὁ προρρηθεὶς Ὅσιος Γερόντιος· δεύτερος δὲ ὁ Ὅσιος Πατὴρ ἡμῶν Διονύσιος ὁ Ρήτωρ, μετὰ τοῦ μαθητοῦ αὐτοῦ Μητροφάνους (βλέπε ἀνὰ χεῖρας Τόμον σελ. 182) καὶ τέταρτος ὁ Ὅσιος Σωφρόνιος, ὅμοιος τῷ Ἁγίῳ Ἀλεξίῳ. Ἐκ δὲ τῶν Ὁσιομαρτύρων, πρῶτος εἶναι ὁ Ὁσιομάρτυς Μακάριος, ὁ ἐκ Κίου τῆς Βιθυνίας καταγύμενος καὶ ἐν Προύσῃ ἀθλήσας ἐν ἔτει 1590, δεύτερος ὁ Ὁσιομάρτυς Νικόδημος ὁ ἐν Ἐλβασὰν (ἢ Βελεγράδα) τῆς Ἀλβανίας μαρτυρήσας ἐν ἔτει 1722 (βλέπε ἐν σελ. 234-237), τρίτος ὁ Ὁσιομάρτυς Κοσμᾶς ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1760, τέταρτος ὁ Ἱερομάρτυς Νικήτας εἰς Σέρρας μαρτυρήσας, πέμπτος ὁ Ὁσιομάρτυς Λουκᾶς ἐξ Ἀδριανουπόλεως καταγόμενος καὶ ἐν Μυτιλήνῃ ἀθλήσας ἐν ἔτει 1802, ἕκτος ὁ Ὁσιομάρτυς Ἰλαρίων ὁ ἐκ Κρήτης καταγόμενος καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1804, ἕβδομος ὁ Ὁσιομάρτυς Δαβὶδ ἐκ Κυδωνιῶν καταγόμενος καὶ ἐν Θεσσαλονίκῃ μαρτυρήσας. Τοῦτον τὸν Ἅγιον Δαβὶδ ἰδὼν κρεμάμενον ὁ Ἅγιος Ἰγνάτιος, ὁ Νέος Ὁσιομάρτυς ὁ Ἰβηρίτης, ἐθερμάνθη τόσον εἰς τὴν καρδίαν ἀπὸ τὸ πῦρ τῆς θείας ἀγάπης, ὥστε καὶ ἐμαρτύρησε μετὰ ταῦτα, ὄγδοος ὁ Ὁσιομάρτυς Παῦλος ὁ ἐκ Σοποτοῦ τῆς Πελοποννήσου καταγόμενος καὶ ἐν Τριπόλει μαρτυρήσας καὶ ἔνατος ὁ Ὁσιομάρτυς Νεκτάριος ὁ ἐκ Βρυούλλων τῆς Μικρᾶς Ἀσίας καταγόμενος καὶ ἐν αὐτῇ τῇ ἰδίᾳ αὐτοῦ πατρίδι μαρτυρήσας ἐν ἔτει 1820 (βλέπε ἐν σελ. 237-251).