Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΑΡΣΕΝΙΟΥ Ἀρχιεπισκόπου Κερκύρας.

Διωγμοῦ δὲ κηρυχθέντος κατὰ τῶν προκρίτων τῆς Κερκύρας ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, υἱοῦ Λέοντος τοῦ Σοφωτάτου καὶ κελεύσαντος ὅπως μεταφερθοῦν οὗτοι εἰς τὴν Κωνσταντινούπολιν, διότι ὁ τὴν ἀρχὴν τῆς Κερκύρας παρὰ τοῦ βασιλέως δεχθείς, φιλοχρήματος ὤν, ἐψεύσθη κατ’ αὐτῶν ἀδίκως, αὐτὸς ἐντέχνως τοῦτον διέλυσε, ὑπὲρ αὐτῶν τὴν ἑαυτοῦ ψυχὴν θέμενος. Διότι λησμονήσας τὸ γῆρας, τὴν τρικυμίαν καὶ τὸν χειμῶνα, μετέβη ὁ ἴδιος εἰς Κωνσταντινούπολιν καὶ εἰρήνευσε τὸν βασιλέα. Πρὸς τὴν ἰδίαν δὲ Ποίμνην ἐρχόμενος καὶ κατὰ τὴν νῆσον Σκῦρον φθάσας, περιέπεσεν εἰς νόσον· πλησίον δὲ τῆς Κορίνθου ἐλθών, περὶ τὰ τέλη τοῦ Θ’ αἰῶνος, παρέθετο τῷ Θεῷ τὴν μακαρίαν αὐτοῦ ψυχήν.

Ἐντίμως ὅθεν ἐκηδεύθη ἐκεῖ παρὰ τῶν ἰδίων καὶ τῶν συνελθόντων. Ἀργότερον δὲ οἱ τῆς πόλεως Κερκύρας, ἐλθόντες εἰς τὸν τόπον ἐκεῖνον, παρέλαβον τὸ ἱερὸν λείψανον καὶ ἐπέστρεψαν εἰς Κέρκυραν. Τότε καὶ θαῦμα ἄξιον ἐγένετο παρὰ τοῦ Θεοῦ, τοῦ τὸν οἰκεῖον θεράποντα δοξάζοντος.

Τὴν ἀρετὴν τοῦ ἀνδρὸς οἱ τῆς ἐπαρχίας ἐκείνης ἀκούοντες καὶ τοῦτον ὡς ἐκ θαύματος ἔχοντες, ἐτόλμησαν, ἁγιασμοῦ χάριν, νὰ λάβωσι κρυφίως μέρος τῆς ἱερᾶς αὐτοῦ γενειάδος. Ὅμως τὸ τίμιον αὐτοῦ σῶμα ἀνακομισθέν, εὑρέθη πάλιν σῶον, τῇ τοῦ Θεοῦ χάριτι, ἔχον τὴν γενειάδα ὁλόκληρον. Ὅπερ καὶ κατατετέθη εὐλαβῶς εἰς τὴν Μητρόπολιν τῶν Κερκυραίων, θαύματα καὶ ἰάσεις βρύον ἑκάστοτε εἰς αἶνον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.


ΕΠΙΣΤΡΟΦΗ