Ἐκεῖ ὁ Ἀρσένιος, ἀναβὰς ἐπὶ τὸν θρόνον, κατεκόσμησε πρῶτον τὰ τοῦ βήματος καὶ διετήρει τὴν χειροτονίαν καθαρὰν καὶ ἀνεπίληπτον. Κατόπιν καὶ τὰ χρειώδη πατρικῶς προμηθούμενος, ἐγένετο ὀρφανῶν πατήρ, χηρῶν ὑπερασπιστής, ἀδικουμένων προστάτης, πεινώντων τροφεύς, πενήτων χορηγός, καταπονουμένων βοηθός, λυπουμένων παράκλησις, ἀσθενούντων ἰατρός, καὶ ἁπλῶς εἰπεῖν τοῖς πᾶσιν ἐγένετο τὰ πάντα, κατὰ τὸν θεῖον Ἀπόστολον· διὸ καὶ ὁ Θεὸς ἀντήμειψεν αὐτὸν διὰ τῆς χάριτος τῶν θαυμάτων.
Οὕτω Σκυθῶν ποτε εἰς τὴν ἀντίπεραν γῆν καταδραμόντων καὶ πρὸς τὴν νῆσον διαπεραιωθέντων, ὁ μακάριος οὐδὲν ὑπολογίσας, πρὸς αὐτοὺς προσῆλθεν, ἵνα τὴν ὁρμὴν ἐκείνων εἰρηνικῶς κατευνάσῃ. Ἀλλ’ οἱ Σκῦθαι λῃστρικῶς τοῦτον κρατήσαντες, ἔφευγον διὰ μονοξύλων διὰ θαλάσσης. Μαθόντες τοῦτο οἱ Κερκυραῖοι, διαπλεύσαντες καὶ αὐτοὶ τὸ στενὸν τῆς θαλάσσης, συνήντησαν αὐτοὺς κατὰ πρόσωπον. Καὶ ἀναθαρρήσαντες ἐκ τῶν προσευχῶν τοῦ Ποιμένος, ὥρμησαν κατ’ αὐτῶν θαρραλέως, καὶ σὺν Θεῷ τούτους κατατροπώσαντες, ἄλλους μὲν διὰ μαχαιρῶν ἐξηφάνισαν, ἄλλους εἰς τὴν θάλασσαν κατεπόντισαν, τοὺς δὲ λοιποὺς καταδιώξαντες εἰς τὴν λεγομένην Τετράνησον, πάντας διεσκόρπισαν. Ἐκεῖ διὰ προσευχῆς ἐξαγαγὼν ὁ Ἅγιος ὕδωρ ἐκ πέτρας, ὅπερ καὶ ἓως σήμερον ἀναβρύει, ἐδρόσισε τὸν διψῶντα λαόν του. Λαμπρῶς λοιπὸν ἐπιστρέψας εἰς τὸν ἴδιον θρόνον, πολλῶν καὶ ἑτέρων θαυμάτων αὐτουργὸς ἐγένετο. Οὕτω διὰ προσευχῆς διέλυσε καύσωνα ἰσχυρότατον, καταστρέφοντα τοὺς κατὰ πᾶσαν τὴν νῆσον καρποὺς καὶ βροχὴν δι’ εὐχῆς ἐξ οὐρανοῦ κατεβίβασε.
Παιδίσκην δέ τινος τῶν κατὰ τὴν νῆσον ἐπιφανῶν, ὑπὸ δαίμονος δεινῶς ὀχλουμένην, ἠλευθέρωσε τοῦ δαίμονος διὰ τῆς προσευχῆς μόνον καὶ διὰ ραντισμοῦ δι’ ὕδατος. Τὴν δὲ σύζυγον Ἀνδρονίκου τινὸς κληρικοῦ, δυστοκοῦσαν καὶ πρὸς τὸν θάνατον ἤδη προσεγγίζουσαν, δι’ εὐχῆς τῆς ἐχάρισε τὴν ζωὴν καὶ ἀνωδύνως αὕτη ἐγέννησε τὸ βρέφος αὐτῆς. Γυναῖκα δὲ ἄλλην, ἡμιπαράλυτον, χρίσας δι’ ἐλαίου τοῦ ἁγίου χρίσματος, ἀποκατέστησεν ὑγιᾶ.