Τῇ αὐτῇ ἡμέρᾳ Πέμπτῃ τῆς ἕκτης ἑβδομάδος ἀπὸ τοῦ Πάσχα τὴν εἰς οὐρανοὺς Ἀνάληψιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Οὕτω λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πληρώσας πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἀνῆλθε μετὰ δόξης εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός. Οἱ δὲ ἱεροὶ Αὐτοῦ Μαθηταὶ ἐπέστρεψαν ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἱερουσαλὴμ χαίροντες διὰ τὴν τοῦ Ἁγίου Πνεύματος ἐπαγγελίαν (Λουκ. κδ’ 46-52, Πράξ. α’ 112). Ἀπεῖχε δὲ τὸ Ὄρος τῶν Ἐλαιῶν ἀπὸ τῆς Ἱερουσαλὴμ τοσοῦτον διάστημα ὅσον ἦτο ὡρισμένον εἰς τοὺς Ἰουδαίους νὰ βαδίζουν τὴν ἡμέραν τοῦ Σαββάτου, διὸ καὶ Σαββάτου ὁδὸς ἐλέγετο τὸ διάστημα ἐκεῖνο [2]. Αἰτιολογοῦσι δὲ τὸν προσδιορισμὸν τοῦτον, ὅτι καὶ τῶν πάλαι Ἰσραηλιτῶν τὰ σκηνώματα ἐν τῇ ἐρήμῳ τοσοῦτον ἀπεῖχον ἀπὸ τῆς ἁγίας Σκηνῆς, ὅπου καὶ τὴν ἡμέραν τοῦ Σαββάτου βαδίζοντες ἀπήρχοντο εἰς προσκύνησιν τοῦ Θεοῦ.

Ἐπιστρέψαντες δὲ οἱ Ἀπόστολοι ἀνέβησαν ἐν τῷ ὑπερῴῳ εἰς τὸ ὁποῖον καὶ παρέμειναν σὺν ταῖς Μυροφόροις καὶ τῇ τοῦ Λόγου Παναγίᾳ Μητρὶ σχολάζοντες ἐν νηστείᾳ καὶ προσευχῇ καὶ δεήσει καὶ ἀναμένοντες τὴν τοῦ Παναγίου Πνεύματος ἐπιφοίτησιν κατὰ τὴν ὑπόσχεσιν τοῦ Κυρίου.

              

ΕΠΙΣΤΡΟΦΗ


Ὑποσημειώσεις

[1] Οἱ λόγοι οὗτοι τῶν Ἁγίων Ἀγγέλων ληφθέντες ἀπὸ τὰς Πράξεις τῶν Ἀποστόλων συμπληροῦσι καὶ ἀπαρτίζουσι τὰ περὶ τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ δογματιζόμενα ἐν τῷ τῆς Πίστεως Συμβόλῳ.

[2] Περὶ δὲ τοῦ μήκους αὐτοῦ οὕτω γράφει ὁ Οἰκουμένιος· «Μίλιον ἓν ἡ τοῦ Σαββάτου ὁδός, ὥς φησιν Ὠριγένης ἐν τῷ πέμπτῳ Στρωματεῖ, δισχιλίων πηχῶν ὑπῆρχεν» (Ἑρμην. εἰς τὰς Πράξεις).