Ἡμεῖς δὲ ἑορτάζομεν θεῖα καὶ παράδοξα πράγματα, τῶν Μαρτύρων τοὺς ἄθλους, τῶν ταφέντων τὰς νίκας, τῶν μὴ ὁρωμένων τὰ δίκτυα, τῶν διαλυθέντων τὴν ἰατρείαν. Ἐν πρώτοις τοῦ Χριστοῦ καὶ Θεοῦ μου τὰ θαύματά, ἃ διὰ τὴν ἐμὴν σωτηρίαν ἄνθρωπος γεγονὼς ἐξετέλεσεν· εἴθ’ οὕτω τῶν δούλων αὐτοῦ τὰ πάθη τοῦ Στεφάνου τὸν λιθοκόλλητον στέφανον, τοῦ ἐνδόξου Λαυρεντίου τὰ κατὰ θανάτου τρόπαια, τῆς Ἄννης τὴν ἀναυάγητον δέησιν. Ὦ Τριὰς Τριάδος κήρυξ! Ὦ λείψανα, τῶν ὀδυνωμένων τὰ φάρμακα! ὦ κόνις, πηγὴ ἰαμάτων! ὦ οἶκος, οὐρανοῦ τὸ κάλλος μιμούμενος! Ἀλλὰ καὶ τὸ ἄψυχον στοιχεῖον, ἡ θάλασσα, ἀλαλήτως βοᾷ πρὸς ὑμᾶς: Ἤλεγξας τοὺς συνδούλους, κηρύξω κἀγὼ τὸν Δεσπότην. Οὐ βαρεῖ μὲ τὸ ἴχνος τοῦ Πλάστου, ἁγιάζουσί με οἱ πόδες Χριστοῦ. Μωϋσῆς ἔσχισεν, ἀλλ’ οὗτος ἡγίασε, τὸν Ἰωνᾶν ἐρρόφησας, τοῦτον· δὲ φρίττω τὸν Νῶε ἐκλυδώνισα, ἀλλ’ οὐ τολμῶ προσβλέψαι τῷ χερσὶ τὸν ἄνθρωπον πλάσαντι. Ποσὶ τὴν θάλασσαν ἡγίασε, τὸν οὐρανὸν τῷ θρόνῳ ἐδόξασε, τὴν γῆν τῇ φάτνῃ ἐλάμπρυνε, τὸν ᾅδην διὰ τοῦ τάφου ἐφώτισεν. Οὐκ εἰμὶ ἀγνώμων καὶ ἄψυχος· ἐπιγινώσκω ὡς στοιχεῖον τὸν ποιήσαντα οὐ λέγω μετὰ τῶν Ἰουδαίων «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ Θεοῦ» (Ἰωάν. θ’ 16), ἀλλὰ κράζω εὐσεβοῦσα· «Οὗτός μου Θεὸς καὶ δοξάσω αὐτόν. Δείξω τὰ τῆς ἐμῆς φύσεως, ἐλέγξω τῶν μιαιφόνων τὰς γνώμας, δημοσιεύσω τοῦ περιπατήσαντός με τὸ κράτος. Οὗτοι σύνδουλοι, ἐκεῖνος Δεσπότης οὗ φόβῳ τούτους ταράττω».
Ὁ μὲν Δεσπότης ἐν τῇ θαλάσσῃ, ἀβρόχως ἐβάδιζεν, οἱ δὲ πλέοντες ἐθορυβοῦντο, ὁ δὲ φόβος τοὺς κινδυνεύοντας βοᾶν παρεσκεύασεν· ὁ δὲ φιλάνθρωπος τὸ θαρρεῖν παρεκελεύετο, λέγων: «Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε». Θαρσεῖτε, τὴν τῆς πίστεως ἔχοντες ἄγκυραν· εἰδωλολατρίας γὰρ σπιλὰς οὐκ ἐβύθισεν ὑμᾶς. Θαρσεῖτε, Ἰουδαϊκὴ ὑμᾶς λαῖλαψ οὐ κατεπόντισε. Θαρσεῖτε, αἱρετικὴ ὑμᾶς τρικυμία οὐ κλυδωνίζει. Ἐγώ εἰμι ὁ συνάναρχος τοῦ Πατρὸς Λόγος, τῆς ἀκτίστου ἀρχῆς ὁ κλάδος, τῆς κοσμικῆς ἁμαρτίας ὁ ἀμνός, τοῦ τῶν πόλεων ναυαγίου ὁ κυβερνήτης, τῆς Ὀρθοδόξου Πίστεως ὁ θησαυρός, τῶν μαρτυρικῶν ἀγώνων ὁ βραβευτής. «Ἐγώ εἰμι, μὴ φοβεῖσθε». Ὅπου γὰρ ὁ Θεὸς πάρεστιν, ἀπελήλατο κίνδυνος χάριτι Θεοῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.