ΘΑΥΜΑΣΤΑΙ τῶν Ὀρθοδόξων αἱ πανηγύρεις, φαιδραὶ τῶν Μαρτύρων αἱ μνῆμαι, ἀνεπαίσχυντοι τῶν εὐσεβῶν αἱ εὐωχίαι. Οὐχ ἑορτάζομεν χρόνον τὸν ἀστάτως κινούμενον οὐ σεβόμεθα ἐνιαυτὸν τὴν τῆς ἀνθρώπων ζωῆς δαπάνην· οὐ προσκυνοῦμεν αἰῶνα τὸν εἰς φθορὰν ἡμᾶς ἕλκοντα. Οὐ λατρεύομεν τῇ κτίσει· σύνδουλα γὰρ τὰ γεγονότα. Οὐ θεραπεύομεν τὴν ὕλην· ἐξ οὐκ ὄντων γὰρ ὑπέστη. Ὡς γὰρ ἀρχὴν γενέσεως ἔσχε ταῦτα, καὶ φθορᾶς ὑπόκεινται τέλει. Οὐ σεβόμεθα οὐρανόν· ὡς καπνὸς γὰρ ἐστερεώθη. Οὐ σεβόμεθα στερέωμα· ἐκρυσταλλώθη. Οὐ σεβόμεθα τὸ φῶς· λόγῳ γὰρ ἐδημιουργήθη. Οὐ σεβόμεθα τὴν σελήνην· σχήματι γὰρ ἐκοσμήθη. Οὐ σεβόμεθα τὴν γῆν· ἐξ ὕδατος γὰρ ἀνειλκύσθη. Οὐ σεβόμεθα τὸ πῦρ ὑλικὸν γὰρ τὸ στοιχεῖον. Οὐ προσκυνοῦμεν τὸ ὕδωρ ρέουσα γὰρ ἡ φύσις. Οὐ λατρεύομεν τῷ χρόνῳ οὐχ ἕστηκε γάρ, ἀλλ’ ἀφίσταται. Οὐ σεβόμεθα τὴν ἡμέραν διατάξει γὰρ δουλεύει.
Πάντα χρόνῳ γηρᾷ, καὶ χρόνος μετὰ πάντα γηρᾷ· Θεὸς δὲ, μόνος παλαιότητος ἀνώτερος· καὶ δείκνυσιν ἡ τῆς συντελείας ἡμέρα. Ἕλληνες μὲν οὖν καὶ Ἰουδαῖοι ἀδελφοὶ ἀνομίας, τοῦ διαβόλου τὰ λάφυρα, τῆς ἁμαρτίας τὰ ἔκγονα, τῆς πλάνης τὰ θρέμματα, τῆς δυσσεβείας ἡ πώρωσις, τῆς γεέννης οἱ ναυτολόγοι, οἱ ὄφεις τῆς ἀσεβείας, οἱ υἱοὶ τῆς κατάρας. Οὗτοι ἑορταζέτωσαν δυσσεβῶς, ἐπειδὴ φρονοῦσιν ἀνοσίως. Οἱ μὲν τὴν πλάνην τιμάτωσαν, οἱ δὲ τὸν νόμον πατήτωσαν, καὶ ἑκάτεροι εἰς τὰ πονηρὰ μαθητευέτωσαν συνήλλαξαν γάρ. Ἰουδαῖοι παρ’ Ἑλλήνων ἔμαθον τὴν εἰδωλολατρίαν, καὶ Ἕλληνες παρὰ Ἰουδαίων τὸ προφητοκτονεῖν· οἱ Ἰουδαῖοι γὰρ ἐν τῷ νόμῳ πᾶσαν ἑλληνικὴν ἐπεδείξαντο πλάνην.
Ἀλλὰ γὰρ ἀγανακτεῖς, ὦ Ἰουδαῖε, ταῦτα ἀκούων; Ἐννόησον γὰρ πράξεις καὶ μὴ χαλέπαινε, πρὸς τὰς μέμψεις. Ποῦ γὰρ οὐκ εἰδωλολάτρησας, εἰπέ μοι; Ἐν τῇ ἐρήμῳ μόσχον ἐχάλκευσας, τροπαιοφορούμενος τῷ Βεελφεγὼρ ἐτελέσθης· ἐν τῇ Μωαβίτιδι τῷ Θάματζ προσεκύνησας, ἐν τῇ Παλαιστίνῃ τῷ Δαγὼν ἐθυσίασας, ἐν Φοινίκῃ τῇ Ἀστάρτῃ ἐλάτρευσας, ἐν αἰχμαλωσίᾳ τῷ Χαμῶς προσεκύνησας. Ἔλειψε τόπος, οὐκ ἔλειψε μίσος. Διὰ τοῦτο καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ὁ Δεσπότης· ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· «Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν» (Ἀμὼς ε’ 21). Πᾶσα γὰρ ἑορτὴ Ἰουδαίων φόνους ἐπήγαγε. Νηστεύων, τὸν Ναβουθαὶ ἐλίθασας· ἑορτάζων, τὸν Ἡσαΐαν ἔπρισας· πανηγυρίζων, τὸν Ἱερεμίαν εἰς λάκκον κατέρριψας· εἰς κρίσεις καὶ μάχας ἀνοσίως ἐνήστευσας· κραιπαλῶν, τὴν κιβωτὸν ἐπὶ τοῦ Ἠλὶ παρέδωκας, τὸν Ἰωάννην ἀπεκεφάλισας. Εἰ τοιαῦτα ἑορτάζεις, τὸ θρηνεῖν σοι συμφέρει.