Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ τοῦ Λαμπαδιστοῦ.

Ἐν τοιαύτῃ ἀγγελικῇ διαγωγῇ καὶ πολιτείᾳ διετέλεσε χρόνους δώδεκα, πιεζόμενος ὑπὸ τοῦ καύσωνος τῆς ἡμέρας καὶ τοῦ παγετοῦ τῆς νυκτὸς καὶ μηδόλως ἀναπαύων τὸ σαρκίον. Ἡ ἀγγελικὴ αὕτη ζωὴ τοῦ Ὁσίου καὶ ἡ ὑπερβάλλουσα αὐτοῦ ἀρετὴ τὸν ἀνέδειξε σκεῦος ἐκλεκτὸν καὶ κατοικητήριον καὶ ὄργανον τοῦ Ἁγίου Πνεύματος, παρὰ τοῦ ὁποίου λαβὼν τὴν χάριν τῶν θαυμάτων, ἐδείχθη ἰατὴρ παντοδαπῶν παθῶν καὶ διώκτης τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων. Εὑρεθεὶς δέ ποτε μετὰ τοῦ οἰκέτου αὐτοῦ εἰς τόπον ξηρὸν καὶ ἄνυδρον, ἐδίψησεν ὑπερβολικὰ οὗτος· τότε ὁ Ὅσιος, προσευχηθεὶς πρὸς τὸν Θεὸν μετὰ θερμῆς καρδίας, ἀνέβλυσε παραδόξως πηγὴ ὕδατος, ἥτις σῴζεται μέχρι σήμερον, κηρύττουσα τὸ μέγα θαῦμα τοῦ Ὁσίου Ἰωάννου.

Ἀλλὰ καὶ πρὸ τριῶν ἡμερῶν τῆς πρὸς Θεὸν ἐκδημίας του (ὡς ἡ κατ’ αὐτὸν ἐν ἐκτάσει ἱστορία δηλοῖ), εἶδε περιϊπταμένους πλησίον του τρεῖς ἀετοὺς καὶ ἐγνώρισεν ἐκ τούτου, διὰ τῆς χάριτος τοῦ ἐν αὐτῷ οἰκοῦντος Πνεύματος, ὅτι ἐντὸς ὀλίγου μέλλει νὰ ἀπέλθῃ πρὸς ὃν ἐπόθησε Κύριον, ὅπερ καὶ ἐφανέρωσεν εἰς τὸν ἀκολουθοῦντα αὐτὸν ὑπηρέτην του. Ὅθεν πλήρης χαρᾶς καὶ πνευματικῆς ἀγαλλιάσεως γενόμενος, προσευχηθεὶς πρὸς Κύριον, παρέδωκε τὴν μακαρίαν αὐτοῦ ψυχὴν εἰς χεῖρας Θεοῦ ζῶντος, τὸν ὁποῖον τοσοῦτον ἠγάπησεν ἐκ καρδίας καὶ παρὰ τοῦ ὁποίου ἔλαβε τὸν ἀμάραντον στέφανον τῶν πολλῶν ἐν ἀσκήσει κόπων καὶ ἀρετῶν αὐτοῦ, τελέσας ὁσίως τὸν δρόμον τῆς ἀσκήσεως. Τὸ δὲ τίμιον αὐτοῦ καὶ ἅγιον λείψανον ἐντίμως καὶ πολυτελῶς παρὰ τοῦ ἰδίου πατρὸς κατετέθη ἐκεῖ ἔνθα καὶ νῦν κεῖται, πλείστας ἰάσεις καὶ θαύματα καθ’ ἑκάστην πηγάζον εἰς τοὺς μετὰ πίστεως προσερχομένους εἰς αὐτό, ἔζησε δὲ ἐπὶ τῆς γῆς, ἀγωνισάμενος τὸν καλὸν ἀγῶνα, ἔτη εἴκοσι δύο. Οὗ ταῖς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

     

ΕΠΙΣΤΡΟΦΗ