Ὑποσημειώσεις
[1] Κατὰ τὸν ἱερὸν Θεοδώρητον (ἔνθ’ ἀνωτέρω), μάγους καλοῦσιν οἱ Πέρσαι τοὺς τὰ στοιχεῖα θεοποιοῦντας, ὁ δὲ Ἡρόδοτος ἐκτενέστερον γράφει, ὅτι οἱ μάγοι ἦσαν ἰδιαίτερον ἱερατικὸν γένος τῶν Μήδων, ἐξ ὧν παρέλαβον τοῦτο καὶ οἱ Πέρσαι (Ἱστ. 1, 101, 120, 128, 132, 140).
[2] Οἱ Ἀχαιμενίδαι ἦσαν παλαιὰ καὶ ἐπίσημος φυλὴ τῶν Περσῶν καταγόμενοι ἀπὸ τοῦ Ἀχαιμένους, παλαιοῦ τῆς Περσίας βασιλέως καὶ πάππου τοῦ Καμβύσου, πατρὸς Κύρου τοῦ μεγάλου.
[3] Παρὰ δὲ τῷ Θεοδωρήτῳ γράφεται οὕτως· «ὁ δὲ (ὁ Ὀρμίσδης) ἔφη, μήτε δίκαια, μήτε συμφέροντα προστεταχέναι τὸν βασιλέα. Ὁ γάρ τοι παιδευόμενος ραδίως τοῦ Θεοῦ τῶν ὅλων καταφρονεῖν καὶ τοῦτον ἀρνεῖσθαι ρᾷον ἂν καὶ βασιλέως καταφρονήσῃ. Ἄνθρωπος γὰρ δὴ οὗτος θνητὴν φύσιν κεκληρωμένος. Εἰ δὲ τιμωρίας ἐσχάτης ἄξιος ὁ τὰ σά, ὦ βασιλεῦ, ἀρνούμενος σκῆπτρα, πολλαπλασίων κολάσεων ἀξιώτερος ὁ τὸν τοῦ παντὸς ἀρνούμενος Ποιητήν». Βλέπε περὶ τούτου καὶ εἰς τὴν γʹ (3ην) Νοεμβρίου, ἐν τόμῳ ΙΑʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», ἔνθα Ἀχαιμενίδης ὀνομάζεται.
[4] Τὸ πλατύτερον Μαρτύριον τοῦ Ἁγίου τούτου Μάρτυρος Ὀρμίσδα βλέπε εἰς τὴν γʹ (3ην) Νοεμβρίου (ἔνθ’ ἀνωτέρω).
[5] Οἱ λόγοι τοῦ σοφοῦ Θεοδωρήτου εἶναι οὗτοι· «Οὐ χρὴ δὲ θαυμάζειν, ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείας ἀνέχεται ὁ τῶν ὅλων Πρύτανις. Και γὰρ πρὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου Βασιλείας, ὅσοι Ρωμαίων ἐγένοντο βασιλεῖς, κατὰ τῶν θιασωτῶν τῆς ἀληθείας ἐλύττησαν. Διοκλητιανὸς δέ, ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ (ἤτοι ἐν τῇ μεγάλῃ Παρασκευῇ) τὰς ἐν ἁπάσῃ τῇ Ρωμαίων ἡγεμονίᾳ κατέλυσεν Ἐκκλησίας. Ἀλλ’ ἐννέα διεληλυθότων ἐτῶν, αὐταὶ μὲν ἤνθησαν καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος, ἐκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπεσβέσθη. Καὶ τοὺς πολέμους δὲ τούτους προείρηκεν ὁ Δεσπότης καὶ τὸ τῆς Ἐκκλησίας ἀήττητον· καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα, ὡς πλείονα ἡμῖν τῆς εἰρήνης ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν. Ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς καὶ ἀνειμένους καὶ δειλοὺς ἀπεργάζεται, ὁ δὲ πόλεμος τά τε φρονήματα παραθίγει καὶ τῶν παρόντων ὡς ρεόντων παρασκευάζει καταφρονεῖν».