Μετὰ χρόνους ἱκανοὺς ἐφανερώθησαν τὰ ἅγια αὐτῶν λείψανα ὡς πηγὴ βρύουσα ἄφθονα ἰάματα, ὥστε καθ’ ἑκάστην ἄπειρα θαύματα ἐτέλουν καὶ διαφόρους νόσους καὶ πάθη ἐθεράπευον, καὶ κωφοὶ παραυτίκα τὴν ἰατρείαν ἐλάμβανον δι’ ἐνεργείας τῶν ἁγίων λειψάνων· πρὸς τούτοις ὁ ἡγεμὼν τῆς Κύπρου τοῦ τότε καιροῦ, πάσχων ἐκ δυσεντερίας καὶ κωφότητος, προῆλθε μὲ πόθον εἰς τὰ τῶν Ἁγίων λείψανα, καὶ ὦ τοῦ θαύματος! ἐν τῷ ἅμα ἔλαβε τὴν ὑγείαν του καὶ ἐδόξαζε τὸν Θεόν, τὸν δοξάζοντα τοὺς αὐτὸν ἀντιδοξάζοντας, καὶ ἐκχέοντας τὸ αἷμα αὐτῶν δι’ αὐτόν, ὁ ὁποῖος ἄρχων, ἐπειδὴ ἰατρεύθη καὶ ἀπὸ τὰς δύο νόσους, ἐξ ὧν ἔπασχεν, τὴν δυσεντερίαν, λέγω, καὶ τὴν κωφότητα, ἔκτισεν Ἐκκλησίαν μεγάλην ἐκ θεμελίων εἰς τὸ ὄνομα τοῦ Ἁγίου Κωνσταντίνου τοῦ θαυματουργοῦ, καθὼς τὸ μαρτυρεῖ καὶ ὁ τάφος του, ὅστις εὑρίσκεται εἰς τὸ δεξιὸν μέρος τοῦ ἁγίου Βήματος τῆς Ἐκκλησίας, εἰς δόξαν καὶ ὕμνον τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· γινώσκετε προσέτι, φιλευσεβεῖς Χριστιανοί, ὅτι ὅσοι ἀσθενεῖς προσέρχονται μὲ πολλὴν καὶ μεγάλην εὐλάβειαν ἰατρεύονται ἀπὸ κάθε εἴδους ἀσθένειαν, διὰ πρεσβειῶν καὶ ἱκεσιῶν τοῦ Ἁγίου ἐνδόξου καὶ μεγαλομάρτυρος Κωνσταντίνου.