Σελίδα 2 από 2
Παραλαβόντες τότε οἱ Χριστιανοὶ τὸ ἅγιον αὐτῆς Λείψανον ἐνεταφίασαν αὐτὸ εἰς τόπον καλούμενον Χάσκιοϊ, μετὰ δὲ τρεῖς χρόνους ἐτέλεσαν ἀνακομιδὴν καί, ὤ τοῦ θαύματος! Τὸ ἅγιον αὐτῆς Λείψανον εὑρέθη σῷον καὶ ἀκέραιον, ἄρρητον εὐωδίαν ἐκπέμπον. Λαβόντες τότε τοῦτο μετὰ μεγάλης εὐλαβείας οἱ Ἱερεῖς καὶ οἱ Χριστιανοὶ ἀπέθεσαν ἐντὸς τῆς ἐκεῖ Ἐκκλησίας τῆς Ἁγίας Παρασκευῆς μὲ τὴν ἄδειαν τοῦ τότε Παναγιωτάτου Πατριάρχου Παϊσίου. Μέχρι δὲ τῆς σήμερον ὑπάρχει ἐκεῖ τὸ ἅγιον τοῦτο Λείψανον καὶ προσκυνεῖται παρὰ Πατριαρχῶν, Ἀρχιερέων, προὐχόντων καὶ πάντων τῶν Ὀρθοδόξων Χριστιανῶν, εἰς δόξαν Πατρός, Υἱοῦ καὶ Ἁγίου Πνεύματος. Ἀμήν.