ΑΝΔΡΟΝΙΚΟΣ καὶ ΙΟΥΝΙΑ οἱ τοῦ Χριστοῦ Ἀπόστολοι καὶ Μάρτυρες διέτρεξαν ὡς ὑπόπτεροι ὅλην τὴν οἰκουμένην καὶ ἀνέσπασαν ἀπὸ τῆς ρίζης τὴν πλάνην τῆς εἰδωλολατρίας. Ἠκολούθει δὲ τὸν θεῖον Ἀνδρόνικον ἡ ὑπερθαύμαστος Ἰουνία, νενεκρωμένη οὖσα εἰς τὰ τοῦ κόσμου καὶ ζῶσα ἐν μόνῳ τῷ Χριστῷ. Ὅθεν πολλοὺς ἀπίστους ὡδήγησαν ἀμφότεροι εἰς τὴν θεογνωσίαν καὶ τοὺς μὲν ναοὺς τῶν εἰδώλων κατεκρήμνισαν, πάθη δὲ ἀνίατα ἐθεράπευσαν. Οὕτω λοιπὸν διαλάμψαντες, ἐπλήρωσαν καὶ οὗτοι οἱ Ἅγιοι Ἀπόστολοι τὸ κοινὸν χρέος τῆς φύσεως, καθ’ ὃ ἄνθρωποι, καὶ διὰ τοῦ θανάτου μετέβησαν πρὸς τὴν αἰώνιον ζωήν. Τούτους ἀναφέρει καὶ ὁ μέγας Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ρωμαίους ἐπιστολῇ, λέγων· «Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς Ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ» (Ρωμ. ιϛ’ 7).