Τῇ αὐτῆ ἡμέρᾳ ΚΥΡΙΑΚΗ, ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων Ἑπτὰ Οἰκουμενικῶν Συνόδων καὶ τῶν ἐν αὐταῖς συνελθόντων Θεοφόρων Πατέρων.

ΕΙΚΟΝΑ
Ἀλληγορικὴ εἰκὼν τοῦ χοροῦ τῶν Πατέρων τῆς
Ἐκκλησίας προσκυνούντων τὸν Κύριον. Τοιχογραφία
ἐκ τοῦ Καθολικοῦ τῆς Ἱερᾶς Μονῆς Μεταμορφώσεως
τοῦ Σωτήρος, Μεγάλου Μετεώρου.

Τῌ ΑΥΤῌ ἡμέρᾳ Κυριακή, τῶν Ἁγίων Πατέρων μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων Ἑπτὰ Οἰκουμενικῶν Συνόδων καὶ τῶν ἐν αὐταῖς συνελθόντων Θεοφόρων Πατέρων ἤτοι τῶν τιη’ (310) τῶν ἐν τῇ πρώτῃ Συνόδῳ συνελθόντων ἐν Νικαίᾳ κατὰ τῶν Ἀρειανῶν, ἐν ἔτει τκε’ (325), τῶν ρν’ (150) τῶν ἐν τῇ δευτέρᾳ Συνόδῳ συνελθόντων ἐν Κωνσταντινουπόλει κατὰ Πνευματομάχων, ἐν ἔτει τπα’ (381), τῶν σ’ (200) τῶν ἐν τῇ τρίτῃ κατὰ τὴν Ἔφεσον συνελθόντων κατὰ Νεστορίου, ἐν ἔτει υλα’ (431), τῶν χλ’ (630) τῶν ἐν τῇ τετάρτῃ κατὰ τὴν Χαλκηδόνα συνελθόντων κατὰ τῶν Μονοφυσιτῶν, ἐν ἔτει υνα’ (451), τῶν ρξε’ (165) τῶν ἐν τῇ πέμπτῃ Συνόδῳ συνελθόντων κατὰ Ὠριγένους καὶ τῶν ὀπαδῶν αὐτοῦ, ἐν ἔτει φνγ’ (553), τῶν ρο’ (170) τῶν ἐν τῇ ἕκτῃ συνελθόντων ἐν Κωνσταντινουπόλει κατὰ τῶν Μονοθελητῶν, ἐν ἔτει χπ’ (680), καὶ τῶν τξζ’ (367) τῶν ἐν τῇ ἑβδόμῃ Συνόδῳ συνελθόντων ἐν Νικαίᾳ τὸ δεύτερον κατὰ τῶν εἰκονομάχων, ἐν ἔτει ψπα’ (781).

                                                                                                                    

ΕΠΙΣΤΡΟΦΗ