Τῇ Β’ τοῦ αὐτοῦ μηνὸς ἡ ΥΠΑΠΑΝΤΗ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ, ὅτε ἐδέξατο Αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ ὁ Δίκαιος Συμεών.

ΕΙΚΟΝΑ
Βυζαντινὸν ψηφιδωτὸν ἐκ τῆς Ἱ. Μονῆς Ὁσίου Λουκᾶ
ἐν Στειρίῳ. Ἔργον ΙΑʹ αἰῶνος.

ΠΑΡΕΛΘΟΥΣΩΝ τῶν τεσσαράκοντα ἡμερῶν ἀπὸ τὴν σωτήριον ἐνανθρώπησιν τοῦ Κυρίου καὶ τὴν ἐκ τῆς Ἁγίας Παρθένου, χωρὶς ἀνδρός, Αὐτοῦ γέννησιν, προσεφέρθη ὁ Κύριος εἰς τὸ Ἱερὸν κατὰ τὴν σημερινὴν ἡμέραν, ἀπὸ τὴν Παναγίαν Μητέρα του καὶ τὸν Δίκαιον Ἰωσήφ, τὸν μνηστῆρα τῆς Θεοτόκου, κατὰ τὴν διάταξιν τοῦ σκιώδους καὶ παλαιοῦ Νόμου, ἤτοι κατὰ τὸν Νόμον τοῦ Μωϋσέως, ὅτι πᾶν ἄρσεν πρωτότοκον ἔσται ἀφιερωμένον τῷ Θεῷ καὶ τὴν εἰς τοῦτον νενομισμένην θυσίαν προσενέγκη, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν (Λουκ. β’ 22-24, Ἐξόδ. ιγ’ 2, Λευϊτ. ιβ’ 6-8). Κατὰ τὴν αὐτὴν δὲ ἡμέραν καὶ ὥραν, ὁδηγηθεὶς ὑπὸ Πνεύματος Ἁγίου, εὑρέθη ἐκεῖ παρὼν καὶ ὁ εὐλαβὴς καὶ Δίκαιος ὑπέργηρως Συμεών, περιμένων πρὸ πολλοῦ τοῦ Θεοῦ τὸ σωτήριον πρὶν ἴδῃ τὸν Χριστὸν Κυρίου. Ἰδὼν τότε αὐτὸν καὶ δεξάμενος εἰς τὰς γηραιὰς αὐτοῦ ἀγκάλας, ἀπέδωκε δόξαν τῷ Θεῷ, ἄσας τὴν τρίτην καὶ τελευταίαν ᾨδὴν τῆς Νέας Διαθήκης· «Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα [1], κατὰ τὸ ρῆμά σου [2] ἐν εἰρήνη» [3], καὶ ὡμολόγησεν, ὅτι μετὰ χαρᾶς λοιπὸν κλείει τοὺς ὀφθαλμοὺς εἰς τὸν θάνατον, ἀφ’ οὗ εἶδε τὸ φῶς τῆς τῶν ἐθνῶν ἀποκαλύψεως, καὶ τὴν δόξαν τοῦ Ἰσραὴλ (Λουκ. β’ 25-32) καὶ ἀντὶ τῶν προσκαίρων τούτων καὶ ἐπιγείων ἔλαβε τὰ οὐράνια ἀγαθά. Ἡ δὲ τῆς ἑορτῆς ταύτης Σύναξις τελεῖται εἰς τὸν σεβάσμιον οἶκον τῆς Ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τὸν εὑρισκόμενον εἰς τὰς Βλαχέρνας.

  

ΕΠΙΣΤΡΟΦΗ

  

Ὑποσημειώσεις

[1] Ἤτοι, νῦν ἀπολύεις με τοῦ βίου παντός, ὡς ὁ Ζυγαδηνὸς Εὐθύμιος ἑρμηνεύει, ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου.

[2] Ἤτοι, καθὼς εἴρηκάς μοι πάλαι, διαποροῦντι περὶ τοῦ μυστηρίου τῆς σῆς ἐνανθρωπήσεως, κατὰ τὸν αὐτὸν Εὐθύμιον (αὐτόθι).

[3] Ἤτοι ἐν εἰρήνῃ λογισμῶν· διότι νῦν οἱ ταράττοντές με λογισμοὶ περὶ τῆς Θείας ἐνανθρωπήσεως εἰρήνευσαν· ἤ, ἐν εἰρήνῃ ἀφοβίας, μηκέτι φοβούμενον τὸν θάνατον, διὰ τὸ βαθύ μου γῆρας· ἢ ἐν εἰρήνῃ χαρᾶς, μηκέτι λυπούμενον περὶ τῆς ἐλευθερίας τοῦ Ἰσραήλ, διότι εἶδον ἤδη τὸν ἐλευθερωτήν, ὡς ὁ αὐτὸς Εὐθύμιος ἑρμηνεύει αὐτόθι.