Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου νέου Ἱερο μάρτυρος ΝΙΚΗΤΑ τοῦ Ἁγιορείτου.

ΝΙΚΗΤΑΣ ὁ νέος οὗτος Ἱερομάρτυς κατήγετο ἐκ τῆς Ἠπείρου, τρωθεὶς δὲ ἀπὸ ἀγάπην Χριστοῦ διάπυρον ἀπηρνήθη τὰ ἐγκόσμια καὶ κατέφυγεν εἰς τὸ Ἅγιον Ὄρος καὶ δὴ εἰς τὴν Σκήτην τῆς Ἁγίας Ἄννης, ἔνθα καὶ ἐκάρη Μοναχός. Ἐνθέως δὲ πολιτευόμενος, προεκρίθη ὑπὸ τῶν πατέρων καὶ διὰ τὸ ἀξίωμα τῆς Ἱερωσύνης, διὸ καὶ ἐχειροτονήθη Ἱεροδιάκονος καὶ εἶτα Ἱερεὺς ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Παντελεήμονος (Ρωσικοῦ). Ἐπειδὴ ὅμως ἐβασανίζετο δεινῶς ὁ μακάριος ὑπὸ τῶν λογισμῶν, ὅτι κατήγετο ἐκ προγόνων Χριστιανῶν μὲν ἐν τῷ κρυπτῷ, φανερῶς ὅμως ὑποκρινομένων τοὺς Ὀθωμανούς, ἀπεφάσισε νὰ μαρτυρήσῃ ὑπὲρ Χριστοῦ.

Ἀπελθὼν λοιπὸν οὗτος εἰς τὰ πέριξ τῶν Σερρῶν καὶ τῆς Δράμας χωρία, παρώξυνε τοὺς ματαιόφρονας Ὀθωμανούς, κηρύττων τὴν εἰς Χριστὸν πίστιν καὶ ἐξουθενῶν τὴν τοῦ ἐπαράτου Μωάμεθ ψευδῆ θρησκείαν. Πρὸς τούτοις ἐκήρυττε καὶ ὅλον τὸ Μυστήριον τῆς ἐνσάρκου οἰκονομίας καὶ ὅλην τὴν πονηρίαν τοῦ ψευδοπροφήτου Μωάμεθ. Ταῦτα διδάσκων ὁ μακάριος φυλακίζεται, φλογίζεται τὴν ὄσφρησιν διὰ πυρός, στέφεται τὴν κεφαλὴν μὲ ἀκάνθινον στέφανον, ἐμπήγονται κάλαμοι εἰς τοὺς ὄνυχάς του, κρεμᾶται κατὰ κεφαλῆς καὶ φλογίζεται εἰς τὰ κρύφια μέλη. Εἶτα ὡδηγήθη δερόμενος καὶ κολαφιζόμενος μέχρι τοῦ τόπου τῆς καταδίκης, ὅπου καὶ ἀπηγχονίσθη τελειωθεὶς κατὰ τὴν ιθ’ (19ην) Φεβρουαρίου τοῦ ἔτους ͵αωθ’ (1809). Ἐνῷ δὲ τὸ ἱερὸν αὐτοῦ Λείψανον ἐκρέματο ἐπὶ σχοινίου, φῶς κατήρχετο ἐκ τῶν οὐρανῶν καὶ τὸ ἐφώτιζε, μετὰ δὲ τὸν ἐνταφιασμόν του πλεῖστα θαύματα ἐγένοντο, ἔτι δὲ καὶ μέχρι σήμερον ἐνεργεῖ ἐπὶ τῶν μετὰ πίστεως ἐπικαλουμένων αὐτόν, οὗ ταῖς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

         

ΕΠΙΣΤΡΟΦΗ