ΓΕΩΡΓΙΟΣ ὁ μακάριος οὗτος πατὴρ ἡμῶν ἐκ νεαρᾶς ἡλικίας ἀγαπήσας τὴν μοναδικὴν ζωήν, διέτριβεν εἰς τὸν Ὄλυμπον. Ἀφοῦ δὲ πολλοὺς ἠγωνίσατο ἀγῶνας, παρρησίᾳ ὡμολόγησε την εὐσέβειαν καὶ ὀρθοδοξίαν κατὰ τοὺς χρόνους Λέοντος τοῦ Ἰσαύρου, ὅστις ἔθραυε τὰς ἁγίας Εἰκόνας καὶ ἐπυρπόλει τὰ τῶν ἁγίων λείψανα, ἐν ἔτει ψιϛ’ (716). Τούτου λοιπὸν τοῦ τυράννου ἐλέγξας ὁ μάρτυς τὴν ἀσέβειαν καὶ ἀθεΐαν, καὶ ἀνακηρύξας τὴν ἀληθῆ πίστιν καὶ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, ὑπέστη πολυειδεῖς βασάνους ἐν βαθυτάτῳ γήρατι, ἐνενηκονταπέντε ἐτῶν τὴν ἡλικίαν· τελευταῖον δὲ τμηθεὶς τὴν ρῖνα καὶ καεὶς τὴν τιμίαν κεφαλὴν, παρέδωκε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ εὐχαριστῶν Αὐτὸν καὶ προσευχόμενος.